[ ] N. Black Sea — Chersonesos — reign of Ant. Pius — IosPE IV 71
1           ἀγαθᾶι τύχαι.
πρ̣ό̣εδροι Χερσονασειτᾶν τᾶν ποτὶ ∙ τᾷ Ταυ-
ρικᾶι εἶπαν #⁵⁶ ἐπειδὴ τοὶ ∙ εὐσεβέστατοι ∙ πα-
τέρες #⁵⁶ Ἡρακλεῶται #⁵⁶ οἰκείωι #⁵⁶ πάθει τὰν ὑπὲρ
5 τᾶς ∙ ἁμετέρας #⁵⁶ σωτηρίας ∙ ἐποάσαντο φρον-
τίδα #⁵⁶ πάσαι #⁵⁶ σπουδᾶι ∙ καὶ πάσᾳ ∙ φιλοστοργίᾳ
κεχραμένοι ∙ γνασί<α>ι, πρεσβείαν τε ∙ ποτὶ τὸν θ̣[ε]-
ὸν ἁμῶν καὶ δεσπόταν Αὐτοκράτορα Τῖτον Αἴλι[ον]
Ἁδριανὸν Ἀντωνεῖνον ἱκετεύσουσαν ἐξέ-
10 πενψαν ὑπὲρ ἁμές, ἐν οὐδενὶ ὀλιγωρή-
σαντες, τάς τε θείας ἀποκρίσεις καὶ τὰς
εὐμεναθείσας εὐεργεσίας ἠξίωσαν
δι’ ἀνδρῶν ἐπισαμοτάτων Ἡρακλείδου
Μενεσθέος καὶ Πρόκλου Μέμνονος διαπεν̣-
15 ψάμενοι δάλ{λ}ους {²⁶δάλους}²⁶ ποάσασθαι εἰς τὸ φανε-
ρὰν αὐτῶν τὰν καλοκἀγαθίαν γενέσθαι, ἁμὲς̣
πασσυδὶ ταῖς πρεπούσαις ἀμοιβαῖς ἀμείψα-
σθαι καθᾶκον ἐψαφισάμεθα· δι’ ἃ ∙ δεδόχθαι τᾷ
[βουλᾷ] κ̣αὶ τῶι δάμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις̣
20 [τὰν πρό]γονον ἁ[μῶν] μ̣ε̣γ̣α̣λ̣[ό]π̣ο̣λιν καὶ πράτα̣ν̣
[ἐν τῷ Πόντῳ? — — — — — — — — — — — — — —]
Search Help
Contact Us