Proxeny decree for Hierokles, son of Apollonides, of Samos. Crowning block of black stone from a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 285
1 Μύννιχος Λυρανίου εἶπεν· δεδόχθαι τῶι δήμωι· Ἱεροκλῆν Ἀπολλωνίδου Σάμιον πρόξενον εἶναι
τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ [ἰ]σοτέλειαν
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ [τἆ]λλα πάντα
καθάπερ τοῖς ἄλλοις προξέν[ο]ις καὶ εὐεργέταις.
Search Help
Contact Us