Proxeny decree for Menios, son of Zoilos, of Byzantion.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 339
1 Ἀρίστανδρος Καλλιγείτονος εἶπεν· δεδόχθαι τῶι δήμωι· Μήνιον Ζωΐλου
Βυζάντιον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν
καὶ ἐγγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν
καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν
5 καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us