Proxeny decree for Pelops, son of Dexias, of Neapolis.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 230 BC — IG VII 342
1 Πύθων Καλλιγείτονος εἶπεν· δεδόχθαι τῶι δήμωι· Πέλοπα Δεξία Νεαπολίτην
πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐγγόνους
καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν
καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπ[ε]-
5 ρ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us