Proxeny decree for Heraios, son of Metrophanes, of Athens.  Crowning block of white marble from a statue base.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 302; p. 744
1 ἄρχοντος ἐν τῶι κοινῶι Βοιωτῶν Καφισίου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Κλεομάχου,
Ἀριστών[υ]μος Παραμόνου εἶπεν· ἐπειδὴ Ἡραῖος εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς
ἀε[ὶ] χρείαν ἔχουσιν ἐν παντὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι τῆι βουλεῖ καὶ
τῶι δήμωι· Ἡραῖον Μητροφάνου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλε-
5 ως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσυλίαν καὶ
τὴν λοιπὴν ἀσφάλειαν πᾶσαν [καὶ π]ολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα πάντα καθάπερ καὶ τοῖς ἄλ-
[λο]ις προξένοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us