IScM II 96
[ ] Scythia Minor — Tomis (Constanța) — late 2nd/early 3rd c. AD
1      ἀγαθῆι τύχηι·
κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ
καὶ τῷ λαμπροτάτῳ δήμῳ τῆς
λ̣αμπροτάτης μητροπόλεως Τόμεως
5 Α̣ὐρήλιον Πρείσκιον Ἰσίδωρον
τ̣ὸν ποντάρχην καὶ ἄρξαντα τὴν
πρώτην ἀρχὴν ἁγνῶς καὶ ἀμέμπτω̣ς̣
καὶ ἀρχιερασάμενον, τὴν δι’ ὅπλων
καὶ κυνηγεσίων φιλοδόξως φιλοτειμίαν̣
10 ἐφεξῆς ἡμερῶν ἓξ μὴ διαλιπόντα
καὶ τὴν ἀρχιέρειαν, σύνβιον αὐτοῦ,
    Οὐλπίαν    Ματρῶναν,
πάσης τειμῆς καὶ ἀρετῆς χάριν,
τὸν καὶ βουλευτὴν καὶ τῶν πρωτευόντων
15 τῆς λαμπροτάτης Φλαουίας Νέας
 Πόλεως καὶ Ἀντιπατρίδος.
Search Help
Contact Us