IScM I 12
[ ] Scythia Minor — Istros-Histria — 3rd c. BC — SEG 33.581
               {²corona
1 ἔδοξε τῶι δήμωι· ἐπιμηνιεύον-
τος Γλαυκίου τοῦ Πολυφήμου οἱ
ἄρχοντες εἶπαν· ἐπειδὴ Διοσκου-
ρίδης Στρουθίωνος ἀνὴρ ἀγαθὸς
5 ὢν περὶ τὴν πόλιν καὶ τοὺς πολί-
τας πρόθυμον ἑαυτὸν παρείσχη-
ται τῶι δήμωι ἔν τε τοῖς κινδύνοις
τῆς πόλεως πρεσβείας Ἑλληνικὰς
καὶ βαρβαρικὰς πολλὰς ὑπὲρ τῆς εἰ-
10 ρήνης πεπρέσβευκεν οὐδένα κίνδυ-
νον ὑπολογισάμενος, εἴς τε τὰς ἀρ-
χὰς καὶ ἐπιμελείας τασσόμενος ἐμ
πάσαις αὐτὸν φιλότιμον καὶ δίκαιον παρέ-
σχηται ἐπαινέσαι ἐπὶ τούτοις Διοσκουρί-
15 δην Στρουθίωνος καὶ ἀναγράψαι εὐεργέ-
την τοῦ δήμου· καὶ στεφανοῦσθαι αὐτὸν
ἐμ πᾶσι τοῖς ἀγῶσιν χρυσῶι στεφάνωι ἀ-
[ρετῆς] ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆ-
[μον· στῆσαι δ’] αὐτοῦ καὶ εἰκόνα χαλκῆν
20 [ἐν τῆι ἀγορᾶι· ἀναγράψ]α̣ι̣ δ̣ὲ̣ τὸ ψήφιζμα {²⁶ψήφισμα}²⁶
[— — — — — — — — — — — — — — τ]ὴν εἰκό-
[να — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us