IScM I 9
[ ] Scythia Minor — Istros-Histria — 3rd c. BC — SEG 18.289
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δ[ήμωι]·
ἐπιμηνιεύοντος Δ[ιο]νυσί[ου τοῦ]
[Ἱ]έρωνος, οἱ ἄρχοντε[ς εἶπαν]·
ἐπειδὴ Ἡφαιστίων Μ[άτριος]
5 Καλλατιανός, ὀφειλομ[ένου]
[α]ὐτῶι πα[ρ]ὰ τῆι πόλει δαν[είου πα]-
τρικοῦ χρυσῶν τριακοσ[ίων κα]-
[τ]ὰ συγγραφ[ὴ]ν ἐξ ἐτῶν π[λειόνων]
καὶ τόκων ἐπιγενομένω[ν οὐκ ὀλί]-
10 γων, ἀνὴρ καλὸς καὶ ἀγα[θὸς γε]-
νόμενος καὶ συμπεριε[νεγχθεὶς]
τοῖς τῆς πόλεως καιροῖ[ς, τοὺς]
μὲν τόκους παρῆκεν, χρ[υσοῦς]
τετρακοσίους, τὸ δὲ [ὀφει]-
15 λόμενον κατὰ τὴν συγγ[ραφήν],
χρυσοῦς τριακοσίους, σ[υνετά]-
ξατο κομιεῖσθαι ἀτόκου[ς ἐν ἔτε]-
σιν δυσίν, ἐπῃνῆσθαι ἐπὶ το[ύτοις Ἡ]-
φαιστίονα Μάτριος Καλλα[τιανὸν]
20 [— — — — — — — — — — — — — —]
Search Help
Contact Us