IGBulg V 5011
[ ] Dionysopolis (Balchik) — bef. 19 AD — SEG 37.607 (excerpt) — SEG 47.1120
1     ἀγαθῇ τύχηι.
ἱερωμένης Λητοῦς, μη-
νὸς Ταυρεῶνος εἰκάδι δευ-
τέρᾳ, οἱ ἀποσταλέντες ὁριοθέ-
5 ται ὑπὸ βασιλέως Κοτυος· Φίλιπ̣-
πος Ἀριστείδου Ἀδραμυτηνός,
Μόσχος Διντα Βιζυηνός, Σαδα-
λας Μοκαπορεως ὁ καταστάμε-
νος στρατηγὸς ἐν Αρσηῳ, καὶ ἀπὸ
10 τῶν δήμων· ἐξ Ὀδησοῦ {²⁶Ὀδησσοῦ}²⁶· Μένανδρος
Προμαθίωνος, Λεόκριτος Ἱππαγόρου,
ἐγ δὲ Καλλάτειδος· Ἡράκλειτος Μονί-
[μο]υ̣, Γεροντίδας Σείμου, οἵτινες μαθόν-
[τες ἐ]κ τῶν ἀρχαίων γραμμάτων καὶ ἐλ-
15 [θόντ]ες ἐπὶ τὰ ὅρια ὁριοθετήσαμεν ἀπὸ
[τῶν Π]ευκῶν τὴν φέρουσαν ἐπὶ τὴν νέαν πό-
[λιν] Α̣ὐτοπτιστὰς καὶ ἀπὸ τῶν Αὐτοπτιστῶν
[τὴν φέρ]ουσαν ἐπὶ Σκηρηζιν καὶ ἀπὸ Σκηρη-
[ζεως ἁ]μαξήλατον τὴν φέρουσαν ἐπὶ τὸν τά-
20 [φον τοῦ] σκοπεύοντος τὴν χώραν καὶ ἀπὸ τοῦ
[τάφου] τὴν φέρουσαν ἁμαξήλατον ἐπὶ Καρ-
[βατε]ιδα καὶ ἀπὸ Καρβατειδος τὴν φέρουσαν̣
[ἐπὶ τ]ὰ ἀρχαῖα ὅρια Καλλατιανῶν καὶ Διονυ-
[σοπ]ολειτῶν καὶ ἀπὸ τῶν ὁρίων τούτων
25 [τ]ὴ̣ν̣ φέρουσαν ἔξω Ἄκρας ἐπὶ τὸ Νυμφαῖ-
ον, ταῦτα κρείνομεν μαθόντες ἐκ τῶν
ἀρχαίων γραμμάτων εἶναι Διονυσο-
πολειτῶν καὶ δημοσίων {ων} τῶν ἠγο-
ρ̣α̣κότων τὸν Πόντον, τὸ δὲ Ἀφροδεί-
30 σ̣ιον συνεχώρησαν χρήσει Διο-
νυσοπολεῖται βασιλεῖ Κοτυι εἰσς
   τὸ Πονπῖον.
Search Help
Contact Us