[ ] Nicopolis ad Istrum (Nikyup) — 198-209 AD — cf. IGBulg V 5206
1 Αὐτ[οκράτορα Καίσαρα Λούκιον Σε]πτίμιον Σεουῆρον Περτίνακα Σεβ(αστὸν) εὐσε-
βῆ Παρθικὸν̣ [μέγιστον Ἀραβ]ικὸν Ἀδιαβηνικόν, θεοῦ Μ(άρκου) Ἀντωνείνου Εὐσεβοῦς
Γερμανικοῦ Σαρμα[τικοῦ] υἱόν, θεοῦ Κομμόδου ἀδελφόν, θεοῦ Ἀντωνείνου υἱωνόν,
θεοῦ Ἁδριανοῦ ἔγγονον, θεοῦ Τραιανοῦ Νέρουα ἀπόγονον Εὐσεβῆ μέγιστον, δημαρχικῆς <ἐξουσίας>
5 τὸ <—ʹ>, αὐτοκράτορα τὸ <—ʹ>, ὕπατον τὸ <—ʹ>, πατέρα πατρίδος, ὑπατεύοντος τῆς ἐπαρ-
χείας Λ(ουκίου) Ἰουλίου Φαυστεινειανοῦ πρεσβευτοῦ [τῶ]ν Σεβαστῶν ἀντιστρατήγου ἡ ἱερωτάτη βου-
λὴ καὶ ὁ δῆμος Οὐλπείας Νεικοπόλεως τῆς πρὸς Ἴστρον.
Search Help
Contact Us