IGBulg II 621
[ ] Nicopolis ad Istrum (Nikyup) — 202-205 AD
1                                                                                              ἀγαθῆι                                [τύχ]ηι.
Αὐτοκράτορα Καίσαρα #⁵⁶ Λ(ουκίου) #⁵⁶ Σεπτιμίου Σεουήρου Π̣[ερτίνακος] Ε̣ὐσεβοῦς Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ
μεγίστου υἱόν, θεοῦ Μάρκου Ἀντωνείνου Εὐσεβοῦς Γερμανικοῦ Σαρματικοῦ υἱωνόν, θεοῦ Ἀντωνείνου Εὐσεβοῦς ἔγγο-
νον, θεοῦ Ἁδριανοῦ καὶ θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θεοῦ Νέρουα ἀπόγονον Μ(ᾶρκον) Αὐρήλιον Ἀντωνεῖνον Σεβαστὸν δημαρχι-
5 κῆς ἐξουσίας ἀνθύπατον, ὑπατεύοντος τῆς ἐπαρχείας Αὐρη(λίου) Γάλλου πρεσβ(ευτοῦ) Σεββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ ἀντιστρα(τήγου), ἡ ἱερωτά-
τη βουλὴ καὶ ὁ κράτιστος δῆμος Οὐλπίας Νεικοπόλεως πρὸς Ἴστρον ἀνέστησεν.
Search Help
Contact Us