[ ] Odessus (Varna) — 3rd/2nd c. BC — cf. IGBulg V 5016
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι
δήμωι· Κρατισθένης Ζωΐλου
εἶπεν· ἐπειδὴ Ἑρμεῖος Ἀσκληπιοδώρου
Ἀντιοχεὺς διατρίβων παρὰ βασιλεῖ
5 Σκυθῶν Κανιται εὔνουν καὶ πρόθυμον
ἑαυτὸν τῶι δήμωι διατελεῖ [παρεχόμενος]
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι
τῶν πολιτῶν συμπαρίσταται
σπουδῆς οὐθὲν ἐπιλείπων ἐν πᾶσι
10 τοῖς ἀξιουμένοις· δεδόχθαι τῆι
βουλῆι καὶ τῶι δήμωι δεδόσθαι
αὐτῶι καὶ ἐκγόνοις προξενίαν,
πολιτείαν, προεδρίαν, ἀτέλειαν
χρημάτων πάντων, ὧν ἂν
15 εἰσάγωσι καὶ ἐξάγωσι ἐπὶ κτήσει
καὶ ἐγγείων ἔγκτησιν καὶ δίκας
προδίκους καὶ εἴσπλουν καὶ
ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης
ἀσυλεὶ καὶ ἀσπονδεί, εἶναι δὲ
20 αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν
βουλὴν καὶ τὸν δῆμον πρώτοις
μετὰ τὰ ἱερά, τὸν δὲ ἱεροποιὸν
ἀναγράψαι τὸ ψήφισμα τοῦτο
εἰς τελαμῶνα καὶ θεῖναι εἰς
25 τὸ ἱερόν.
Search Help
Contact Us