[ ] Thrace — Prov. unkn. (Perinthos?) — 149 AD — AICArch 40 (1868) 133-143 — IGR I 810 — cf. BEFAR 183.60, pl. 1
above relief.1     τὸν πρὸ πύλαις Ἥρωα,
τὸν ἄλκιμον ἐν τριόδοισι, |
below relief.3 τὸν κλεινὸν ναέτου θῆκαν ἐρι-
σθενέος | Κλαυδιανοῦ πρὸ δόμοισι·
5 σοφοτεχνήϊες ἄνδρες | τεῦξαν ὁμῶς
γλυφικῆς ἀμφὶ καὶ εὐγραφίης, | κλειτὸς
O( SO\S *KAPI/TWN GLU/YAS, GRA/YAS DE\ FI/LOS
σοι | Ἰανουάριος θεράπων, εἵνεκεν εὐσεβί-
ης. | ζῶγρε<ι>, δέσποτ’ ἄναξ, τὸν σὸν ναετῆρα
10 μεθ’ ἡμῶν Κλαυδιανόν, Θρῃκῶν πρῶτον
       ἐν εὐσεβίῃ. ❦ | Ὀρφίτῳ καὶ Σοσ-
σίῳ Πρείσκῳ ὑπάτοις, εἴδοις Νοεμβρίαις.
Search Help
Contact Us