[ ] Makedonia (Chalkidike) — Poteidaia-Kassandreia — 305?-297 BC — Demitsas, Hē Makedonia 763 — Syll.³ 332
1 ἐφ’ ἱερέως Κυδία, βασιλε-
ὺς Μακεδόνων Κάσσαν-
δρος δίδωσι Περδίκκαι
Κοίνου τὸν ἀγρὸν τὸν
5 ἐν τῆι Σιναίαι καὶ τὸν ἐ-
πὶ Τραπεζοῦντι, οὓς ἐ-
κληρούχησεν Πολεμο-
κράτης ὁ πάππος αὐτοῦ
καὶ ὃν ὁ πατὴρ ἐπὶ Φιλίππου, κα-
10 θάπερ καὶ Φίλιππος ἔδ[ω]-
κεν ἐμ πατρικοῖς καὶ αὐτ̣-
οῖς καὶ ἐκγόνοις κυρίοι-
ς οὖσι κεκτῆσθαι καὶ
ἀλλάσσεσθαι καὶ ἀ-
15 ποδόσθαι, καὶ τὸν ἐΣ-
παρτώλωι {²⁶ἐν Σπαρτώλωι}²⁶, ὃμ̣ παρὰ Π-
τολεμαίου ἔλαβεν
ἐν ἀργυρίωι, δίδωσι κα̣[ὶ]
τοῦτον ἐμ πα̣τρικοῖς
20 καὶ αὐτῶι καὶ ἐκγόνοις
κυρίοις οὖσι κ̣α̣ὶ κεκτῆσ-
θαι καὶ ἀλλάσσεσθα-
ι καὶ ἀποδόσθαι, καθά-
περ καὶ Ἀλέξανδρος
25 ἔδωκεν Πτολεμαί-
ωι τῶι πατρὶ τῶι Πτολε-
μαίου· δίδωσι δὲ καὶ ἀ-
τέλειαν αὐτῶι καὶ ἐ-
κγόνοις καὶ εἰσάγον-
30 τι καὶ ἐξάγοντι τῶν
ἐπὶ κτήσει.
Search Help
Contact Us