[ ]
Makedonia (Mygdonia) — Thessalonike — 1st c. AD — IG X,2 1 259 — CRAI (1972) 478, I (G. Daux)
See also:
1 | [ἀγαθῆ]ι τύχηι Διὸς vacat |
Διονύσου vv Γονγύλου. vacat | |
Γ(άϊος) Ἰούλιος ΒΗϹΑΡ̣ΤΗϹ ἀνέθηκεν τῷ θεῷ καὶ | |
ἔδωκεν ἐν δόσει τοῖς τε νῦν αὐτοῦ καὶ ἐσομένοις | |
5 | μύσταις, ἕως ἂν συνιστῶνται, ἀμπέλων ἐν τῇ |
Περδυλίᾳ ἐν το͂ {²⁶τῷ}²⁶ ἄστυι πλέθρων πέντε τὸ τρίτον | |
μέρος ἐπὶ τῷδε, ἐφ’ ᾧ τὴν καρπήαν ἐχόντων | |
καθ’ ἔτος γείνηται ἡ ἐπὶ τῶν θρεψάντων | |
ἄρ̣του ἑστίασις κατὰ τὸ παραδεδομένον | |
10 | καὶ τὴν δόσιν, Δύστρου v ιθ v, Δαισίου v ιγ, |
Γορπιαίου v κγ, v ὀμνύντων τῶν τε νῦν καὶ | |
τῶν ἐσομένων μυστο͂ν {²⁶μυστῶν}²⁶ τὸν θεὸν καὶ τὰ ὄργια | |
καὶ τὸ μεσανύκτιον ἄρτου διαφυλάξειν τὴν | |
ἐπάνο θρησκήαν κατὰ τὴν δόσιν. ἀνέθηκαν | |
15 | δὲ καὶ οἱ ὑπογεγραμμένοι μύσται, ἐφ’ ὁ͂ {²⁶ᾧ}²⁶ τῆς καρ- |
πήας μετέχωσιν τὸν τοῦ ζῆν χρόνον αὐτοὶ ἐπὶ | |
τοῦ θεοῦ καὶ μεταπαραλαμβάνωσιν οἱ ἐπεισι- | |
όντες μύσται, τοῦ αὐτοῦ πενταπλέθρου τὰ δύο | |
μέρη, ἐφ’ ᾧ ἄπρατα διηνεκῶς μείνῃ, ὀμοσάν- | |
20 | των κατὰ τὰ αὐτὰ συνδιαφυλάξειν |
vacat | |
col. I.21 | Λ(ούκιος) Φουλούιος Φῆλιξ |
ἱερεύς | |
vacat | |
23 | Μ(ᾶρκος) Ὄμβρειος Ἔρως |
Νείκανδρος Νεικάνδρου | |
25 | Ἡρακλείδης Κορράγου |
Γ(άϊος) Ἰούλιος Φῆλιξ | |
Μ(ᾶρκος) Ὄμβρειος Μακεδών | |
Τ(ίτος) Σέξτιος vacat | |
Ν(εμέριος) Τερραῖος Ὑάκινθος | |
30 | Ἀντίγονος Νεικηφόρου |
Μ(ᾶρκος) Λόλλιος Ἀττικός | |
col. II.21 | Γ(άϊος) Ἰούλιος Ἀγαθόπους |
Ἀβούδιο[ς ․c.5-7․]ΩΝ | |
vacat | |
23 | Ν(εμέριος) Τερραῖος Φιρμανός |
Μ(ᾶρκος) Λόλλιος Σαβεῖνος | |
25 | Γ(άϊος) Ῥάϊος Ζώσιμος |
Μ(ᾶρκος) Μάριος Κερεάλις | |
Μ(ᾶρκος) Ἀντώνιος Πρεῖμος | |
vacat | |
col. I-II.32 | ἀνετέθη ἐπιτρέψαντος Στράτωνος τοῦ |
Ἐπικράτους, φύσει δὲ Διονυσίου ἱερητεύντος | |
τὸ vv βʹ. |