EAM 193
[ ] Makedonia (Orestis) — Archangelos (formerly Tsouka) — 1st/2nd c. AD — GVI 665
below relief.1   Νικάνωρ Νικάνορος ἥρω[ς]
             χαῖρε·
Νικάνωρ ἐπὶ παιδὶ τάφον Νικάνορι [τόνδε]
 θῆκε· λίθος δ’ ἐνέπει ταῦτα παρε[ρχομένοις]·
5 μοῦνος ἐγὼ πατρὸς καὶ μητέρος ἐν μ̣[εγάροισιν]
 θρέφθην· ἀλλ’ Ἄιδης οὐκ ἐλεεῖν ἔμαθ[εν],
[ἀ]λλά με δωδεκέτηρον ὑπὸ χθονὸς ἤγαγε π[αῖδα],
 ἐλπίδας ἐκκόψας ἡμετέρων τοκέω[ν]·
κεῖμαι δ’ ηἰθέων τε καὶ εὐσεβέων ἐνὶ χώ̣[ρωι],
10  πατρ̣ὶ μὲν οἰκτρὸς ἐμῶι, πᾶσι δὲ κεῖθι φίλο[ς]
τοῦτο δ’ ἐμῆς γνώμης ἀστοῖς ἔτι νηπίαχό[ς περ]
 ἐξενέπω· τέκνων λείψανα πολλὰ λιπε̣[ῖν]
[δ]ώμασιν· εἰ γὰρ καί τι παρασφήλειέ τις αἴσ[ηι]
[οὔποτέ γ’ ἐ]ν̣ κραδίηι πένθος ὅμοιον ἔτ̣[λη].
Search Help
Contact Us