[ ] Malis — Lamia — 218/217 BC — Cf. Corrigenda p. IX — SGDI II 1440
See also:
1                     τῶν Αἰτωλῶν·
στραταγέοντος Ἁγήτα Καλλ{λ}ιπολίτα {²⁶Καλλιπολίτα}²⁶· ἀγαθᾶι τύχαι· ἔδοξε [τᾶι πόλει]
τῶν Λαμιέων· v ἐπειδὴ Ἀριστο[δ]άμα Ἀμύντα Ζμυρναία ἀπ’ Ἰω[νίας]
ποιήτρια ἐπ[έ]ω[μ] πα[ρα]γ[ε]νομ[έ]να ἐν τὰμ πόλιν πλείονας ἐ[πιδείξεις]
5 ἐποιή[σ]ατο τῶν ἰδίωμ ποιημάτων, v ἐν οἷς περί τε τοῦ ἔθνεο[ς]
τῶν Αἰτωλῶ[μ καὶ τ]ῶμ προγόνω[ν] τοῦ δάμου ἀξίως ἐπεμνάσθη, με[τὰ]
πάσας προθυμ[ίας] τὰν ἀπόδεξιμ ποιουμένα, v ε[ἶ]μ[ε]ν αὐτὰμ πρό[ξενον]
τᾶς πόλιος καὶ εὐεργέτιν, δεδόσθαι δ’ αὐτᾶ[ι κ]αὶ πολιτείαν καὶ γᾶς κα[ὶ οἰκίας]
ἔγκτησιν καὶ ἐπ[ι]νομίαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν κατὰ γᾶν καὶ κατὰ θ[άλασσαν]
10 πολέμου καὶ εἰρά[νας καὶ] α[ὐ]τᾶι καὶ ἐκγόνοις αὐτᾶς καὶ χρ[ή]μασιν ἐν τὸν ἅπ[αντα]
χρόνον καὶ ὅσα τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις δίδοται πάντα· v[παρ]-
χέτω δὲ καὶ Ο․․․․νει τῶι ἀδελφεῶι αὐτᾶς καὶ ἐκγόνοις αὐτοῦ προξενί[α]
πολιτεία [ἀσυλί(?)]α. ἀρχόντων [Πύ(?)]θωνος, Νέωνος, Ἀντιγένεος, στρα[ταγέ]-
οντος Ἐπι[γένε(?)]ος, ἱππα[αρχέο]ντος Κύλου· ἔγγυος τᾶς προξε[νίας]
15                      Πύ[θω]ν(?) [Ἀθ]ανα̣ίου(?)
Search Help
Contact Us