[ ]
Megaris — Megara — undated
1 | ἐπειδὴ Ἀθηναγόρας Γλαυκίου |
Περίνθιος εὔνους ἐὼν διατελεῖ | |
καὶ εὐεργέτας τοῦ δάμου τοῦ Μεγα- | |
ρέων, ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι | |
5 | βουλᾶι καὶ τῶι δάμωι, πρόξενον |
εἶμεν αὐτὸγ καὶ ἐκγόνους κατὰ | |
τὸν νόμον, εἶμεν δὲ αὐτῶι ἀσυλί- | |
αγ καὶ ἐμ πολέμωι καὶ κατὰ γᾶγ | |
καὶ κατὰ θάλασσαν, καὶ προεδρίαν | |
10 | ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἁ πόλις τί- |
θητι· ἀγγραψάτω δὲ τόδε τὸ δόγ- | |
μα ὁ γραμματεὺς τοῦ δάμου ἐν σ- | |
τάλαι λιθίναι καὶ ἀνθέτω εἰς τὸ | |
Ὀλυμπιεῖον. βασιλεὺς Πασιάδας· | |
15 | ἐστρατ<ά>γουν Διονύσιος Πυρρίδα, |
Δαμέας Ματρο[κλέος, Ἀντίφιλος] | |
<Σ>μάχου, Μν[ασίθεος Πασίωνος], | |
Ἑρκίων Τέ[λητος· γραμματεὺς] | |
βουλᾶς [καὶ] δά[μου, Ἵππων] | |
20 | [Παγ]χάρ[εος]. |