IG XIV 256
[ ] Sikelia — Phintias (Licata), area of — undated — REG 48 (1935) 371-392
1 ἐπὶ ἱεραπόλου Ἀριστίωνος
τοῦ Ἱστα̣τ̣ίου {²⁷Ἱστα̣γ̣ίου?}²⁷, κατενιαυσίου
Σώσιος̣ τ̣οῦ̣ Ν̣υμφοδώρου
βουλᾶς ἁλίασμα τᾶ<ς> {²⁷ἁλιάσματα (Feyel)}²⁷ δευτέρας ἑξαμή-
5 νου, Καρνείου τριακάδι, προστάτας
Ἱπποκλῆς Ἱπποκλέος, στεφάνου
γυμνασιάρχῳ, ἔδοξε τᾷ ἁλίαι
καθὰ κα[ὶ τ]ᾶι βουλᾶι· ἐπειδὴ ὁ αἱρη-
μένος γυμνασίαρχος ἐς τὸν σᾶ̣τες
10 ἐνιαυτὸν Ἡρακλείδας Ζωπύρου
ἐπιμέλειαν πεποίηται τῶν τε
ἐφήβων καὶ νεωτέρων καὶ τῶν
ἄλλων τῶν ἀποδυομένων εἰς τὸ
γυμνάσιον, τά τε ἄλλα τὰ κατὰ τὸ
15 γυμνάσιον καλῶς διαπεπραγμέ-
νος ἐστί, ἄξια πράσσων αὑτοῦ τε
καὶ τᾶς τῶν προγόνων ἀρετᾶς,
καλῶς οὖν ἔχο̣ν ἐστὶ στε-
φανῶσαι ἐν τᾶι ἁλίαι τὸν γυ-
20 μνασίαρχον Ἡρακλείδαν Ζω-
πύρου ἐλαίου στεφάνωι ἐπιμε-
λε̣ί̣α̣ς ἕνεκεν καὶ φιλοπονίας
τᾶ̣ς̣ κατὰ τὸ γυμνάσιον· τὸ δὲ
δόγμα τόδε, κολαφθὲν ες στά-
25 λαν, ἀναθέμειν εἰς τὸ γυμνά-
σιον. εἰς δὲ τὰν κατασκευὰν
τᾶς στάλ̣ας ἐξ̣οδιά̣ξ̣αι τ̣ὸ τρι-
α̣κον̣τάμερο<ν>, καθ κα [ἁ] βουλ̣ὰ
καταν<α>γραφήσηι.
30 ὁ δᾶμος τῶν Γελώιων ἐπαινεῖ
καὶ στεφανῶι τὸν γυμνασίαρχον
Ἡρακλείδαν Ζωπύρου ἐλαίου στε-
φάνωι ἐπιμελίας ἕνεκεν καὶ φι-
λοπονίας τᾶς κατὰ τὸ γυμνά-
35 σιον.
ἐφήβοι οἱ στεφανωθέντες·
   Ἀσκλαπιάδας     Ἀσκλαπιάδα,
   Ἀρτέμων         Εὐθύμου,
   Ἄνταλλος        Ἀντάλλου,
40    Πολύξενος        Ἀγαθάρχου,
   Πρώταρχος        Πρω<τ>άρχου,
   Γελῶιος          Γοργίδ̣ου {²⁷Γοργίν̣ου}²⁷,
   Ἀριστίων        Νυμφοδώρου,
   Σωσίπολις        Ἰσιδώρου,
45    Νίκαρ<χ>ος       Πυρρόμμ[ιος]
   Ἀπολλώνιος      Σατ<ύ>ρου,
   Ζώπυρος          Ἡρακλείδα, ΧΛΙΡ?[— —]
Search Help
Contact Us