[ ] Rhodos Isl. — Lindos — after 2nd c. AD
    {²columba?  corona  columba?
1 εὐρ̣ὺ μὲν ἀρχαίης Λίνδου κλέος, Ἀτρυτώνην
δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης·
μέζων δ’ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις
παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων.
5 νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος
χῶρος καρπογόνους δερκομένοις σκοπέλους·
ἄνθεμα γὰρ τόδ[ε] λαρὸν Ἀθηναίῃ πόρεν εἱρεὺς
Ἀγλώχαρτος, ἑῶν νειμάμενος κτεάνων,
κρέσσων καὶ Κελεοῖο καὶ Εἰκαρίοιο κατ’ αἶαν
10 πάνπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην.
Search Help
Contact Us