[ ] Makedonia (Mygdonia) — Thessalonike — 95 BC
primus versus per coronam lauream cum taenia extenditur
1    οἱ νέοι
Ἀ̣θ̣ηναγόρας Ἀ̣π̣ο̣λ̣λ̣οδώρ̣ου, Πύρρος Κ̣λειτομάχο[υ],
Νε̣ι̣κ̣όστρατος Ν̣[ε]ι̣κο̣μάχ̣ο̣υ̣, Δ̣ιογ̣έ̣νης̣ Ἐ̣π̣ιγένου,
Στ̣ράτων Ξένωνος̣, Ν[ε]ικήρατος Ἀνδροκλέ̣ους̣
5             εἶπαν·
ἐπεὶ Παράμονος̣ Ἀ̣ν̣τ̣ιγόνου αἱ̣ρεθ̣ε̣ὶς γυμ̣νασίαρ̣[χος]
ε̣ἰς τὸ v τρίτον v καὶ v πεντηκοστὸν v ἔτος πολλὴν π[ροση]-
νέγκα̣το προθ̣υ̣μ̣ίαν [ε]ἰ̣ς̣ [τ]ὸ̣ π̣ρ̣ο̣σ̣τατῆ̣σαι τῆς ἀρχῆς εὐ̣[σχη]-
μόν̣ω̣ς̣, ἔν τε τοῖς χορ̣η̣γ̣ο̣υμένοις ἅπασιν ἐκτενῆ π̣[αρα]-
10 σκ̣ευάζ̣ων ἑαυτὸν κα̣ὶ τὰς ἠθ̣ισμένα̣ς τειμὰς Γ․5-6․․
τοῖς τε θεοῖς κα̣ὶ Ῥ̣ω̣μα̣ίοις ε̣ὐ̣ε̣ργέταις̣ ἐπα̣ύ̣ξ̣ων· π̣[ρονο]-
ούμενος δὲ καὶ τ̣ῆς̣ ε̣ὐ̣ταξ̣ί̣α̣ς̣ τ̣ῆ̣ς̣ ἐν τῶι τόπω̣ι̣ κ[αὶ κα]-
θόλ̣ο̣υ στοχαζό[μ]ενος ἐμ̣ πᾶ̣σι τοῦ π̣ρέποντος, οὐ τ̣[ὴν δα]-
π<ά>νην τὴν προσή̣κουσαν παραλέλ̣ο̣ι̣π̣εν, ἀλλὰ τ̣[ὸν]
15 χρόνον τῆς ἀρχῆς Λ̣Ο̣․Ι̣Τ̣Η̣ΣΙΙ̣/̣ \̣Ι̣ΑΣ τιθε̣ὶ̣ς̣ τὸ ἄλε̣[ιμμα δι]-
ατε<τέ>λεκεν· δίκαιον δέ̣ ἐ̣σ̣τ̣ι̣ν̣ τ̣οὺς φιλοδόξῳ προα̣[ιρέ]-
σει χρ̣ω̣μένους τῶ̣ν̣ κ̣α̣θ̣η̣κ̣ο̣υ̣σ̣ῶν τιμῶν τυνχάνε[ιν],
ἵν̣α̣ καὶ ἕτεροι, θεωροῦ̣ν̣τ̣ες τὰς γινομένας τιμὰ̣ς̣
ὑπὸ τῶν νέων, τῶν ὁμ̣ο̣ί̣ω̣ν ζ̣ηλωταὶ γίνωντα̣ι̣·
20 ἔδοξεν τοῖς ἀπὸ τοῦ γ̣υμν̣ασ̣ίου ἐπαινέσαι τ̣[ε]
τ̣ὸν Παρά̣μονον ἐπὶ τῆι πρ̣ο̣αιρέ̣σ̣ει καὶ σ̣τεφανῶσ̣[αι]
θαλλοῦ στεφάνωι καὶ εἰκόνι χ̣αλκῇ κ̣α̣ὶ γραπτῆ̣ι̣ τ̣[ε]-
λείαι, τὸ δὲ ψήφ̣ισμα ἀ̣ν̣α̣γ̣ρ̣αφὲν εἰστ̣ήλην λιθίν̣η̣[ν]
τεθῆναι προφανὲς ἐν τῶι γυ<μ>νασίωι, χ̣ο̣ρηγηθέ[ν]-
25 τος ὑπὸ τῶν ταμιῶν κατ̣ὰ̣ τ̣ὸ παρὸν τοῦ τε εἰς̣ τ̣ὴ̣[ν]
γραπτὴν εἰκόν̣α καὶ στήλην ἀναλώματο̣ς. vacat
              {²intervallum
27 ἐ̣π̣ε̣χειροτονήθη v ἔτους̣ γʹ v καὶ vv νʹ, vacat
[Ὑπ]ε̣ρβερταίου vv δεκάτηι 〚Ε̣〛 ἀπιόντος. vacat
                                   vacat
Search Help
Contact Us