4 matches in 1 texts. |
4 | 0.0016% | Peloponnesos (IG IV-[VI]) |
- IG V,1 1390
- Lakonia and Messenia (IG V,1) : Messenia
[σισ]τράτωι τὸ διδόμενο[ν αὐτῶι] διάφορον εἰς τὸν στέφανον ὑπὸ τῆς̣ [πό]λ̣εος, δραχμὰς ἑξακισχι̣λ̣ίας, ἀποδόντω δὲ τῶι ταμίαι καὶ ὅσα κα εἶ
[πρ]οεξωδιασμένα διάφορα [ὑπ]ὸ τοῦ ταμίου ἐ[ν τῶι πέμπτωι καὶ πεντηκοστῶι] ἔ̣τε̣[ι εἰς] τ̣ὰ̣ κ̣[α]τ̣α̣σ̣κ̣ε̣υ̣αζόμ̣[εν]α̣ ἐν [τῶ]ι Καρνει-
ασίωι ἢ δαπανούμενα χάριν τῶν μυστηρίων. τὸ δὲ [λοιπὸν ἐκ τῶν διαφόρων τούτου τοῦ ἔτους] ἐξοδιαζόντ[ω οἱ πέντε εἰς τὰ] ἐπ̣ι̣σ̣κε̣[υα]-
ζόμενα ἐν τῶι Καρνειασίωι, καὶ ἄν τινος ἔτι χρεία εἶ [παρὰ ταύτας τὰς] π̣οθόδους, φερόντω γράφοντες ῥη[τῶς ε]ἰ̣ς̣ ὃ ἂν χρεία εἶ, καὶ οἱ ἄρχον-
τες καὶ οἱ σύνεδροι δογματοποιείσθωσαν, ὅτι δεῖ τὸν ταμίαν [διδόμ]εν τὰ διάφορα. ἀπὸ δὲ τῶν πιπτόντων ἐκ τῶν μυστηρίων ἀποκαθι-
θὼς ἐπάνω γέγραπται. ὁ δὲ ταμίας, ὅσον κα παραλάβει διάφορον λοιπὸν ἐκ τούτων, γραφέτω ἐν ὑπεχθέματι εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι
Καρνειασίωι, καὶ μὴ ἀναχρησάσθω εἰς ἄλλο μηθέν, μέχρι ἂν ἐπιτελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὰν τῶν μυστηρίων συντέλειαν· μηδὲ γρα-
ψάτω μηθεὶς δόγμα, ὅτι δεῖ ταῦτα τὰ διάφορα εἰς ἄλλο τι καταχρήσασθαι· εἰ δὲ μή, τό τε γραφὲν ἀτελὲς ἔστω, καὶ ὁ γράψας ἀποτεισάτω δρα-
χμὰς δισχιλίας· ὁμοίως δὲ καὶ ὁ ταμίας, ὅ τί κα ἐξοδιάσει, διπλοῦν καὶ δραχμὰς δισχιλίας· καὶ οἱ δικασταὶ μὴ ἀφαιρούντω μηθέν, καὶ τὰ πίπτοντα
ἐκ ταυτᾶν τᾶν κρισίων διάφορα ὑπαρχέτω εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι Καρνειασίωι. ὅταν δὲ ἐπιστελεσθεῖ ἐπιτελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὸ συν-
τελεῖν τὰ μυστήρια, ὑπαρχέτω τὰ πίπτοντα διάφορα τῶν μυστηρίων εἰς τὰς τᾶς πόλεος ἐσόδους. θυμάτων παροχᾶς. οἱ ἱεροὶ μετὰ τὸ κα-