IG II² 1244 IG II² 1246 
Ἀμυνόμαχος Φιλοκράτου Βατῆθεν εἶπεν· ἐπειδὴ ∶ Πολύ-
ευκτος ἄρχων ∶ κατασταθεὶς ὑπὸ Μεσογείων τὸν ἐνι-
αυτὸν τὸν ἐπὶ Ὀλβίου ἄρχοντος ἐπεμελήθη τῆς τε
[θυσί]ας καὶ τῆς πομπῆς τῶι Ἡρακλεῖ· ἐπεμελήθη δὲ
5[καὶ τῆς βοων]ίας καὶ τῆς κρεανομίας καὶ τῆς ἐπικοσ-
[μήσεως τῆς] τραπέζης· ἐμέρισεν δὲ καὶ εἰς τὸν οἶνον
— — — — — — ε̣υτην δραχμὰς ὀκτώ· ἐπόησεν δὲ καὶ
— — — — — — ἑ̣[α]υτοῦ καὶ ἐμέρισεν τὸ ἀγοραστι-
[κὸν — — — —· ἐπεμ]ελήθη δὲ καὶ τῶν λοιπῶν ἁπάν-
10[των κατὰ τοὺς νόμους κ]αὶ τὰ ψηφίσματα τὰ Μεσογείων
[καλῶς καὶ φιλοτίμως· ἀγα]θῆι τύχηι δεδόχθαι Μεσογεί-
[οις, ἐπαινέσαι Πολύευκ]τον Λυσιστράτου Βατῆθεν
[καὶ αὐτὸν στεφάνωι χρυ]σῶι στεφανῶσαι κατὰ τὸν
[νόμον εὐσεβείας ἕνεκα καὶ δ]ικαιοσύνης τῆς εἰς [Με]-
15[σογείους — — — — — — — — — — — — — — — — — — — —]