IG II² 1022 IG II² 1024 
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἀ]-
1[ν]εστράφ[η δὲ καὶ ἐ]ν τοῖς [ἄλλοις π]ᾶσι κα[λῶς καὶ] εὐσεβῶς
καὶ ἀξίως [τῆς ἐγ]κεχειρισμ[ένη]ς πίστεως ἑαυτῷ ὑπὸ τοῦ
δήμου καὶ τἆλλα πάντα ἔπραξεν δωρεὰν προσκαρτε-
ρήσας ἔτη πλείονα· vvv καὶ ἐν ταῖς δὲ λοιπαῖς λει-
5τουργίαις ἁπάσαις ταῖς τε πρὸς τὴν ἐπικόσ-
μησιν τῶν γυμνασίων τε καὶ ἱερῶν ἐπιδίδωσιν
ἑαυτὸν ἀπροφασίστως σπουδῆς καὶ φιλοτιμί-
ας οὐθὲν ἐλλείπων.
τύχει τεῖ ἀγαθεῖ δεδόχθαι τῆι βουλῆι vvv τοὺς
10λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλη-
σίαν χρηματίσαι περὶ τούτων, vv γνώμην δὲ
ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι
δοκεῖ τῆι βουλῆι vvv ἐπαινέσαι Σώσανδρον Φι-
λίστου Συπαλήττιον vv καὶ στεφανῶσαι χρυσῶι
15στεφάνωι εὐσεβείας ἕνεκεν καὶ φιλοτεχνίας
τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον
τὸν Ἀθηναίων. vvv ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
καὶ τὸν στέφανον εἰς στήλην λιθίνην τοὺς κεχει-
ροτονημένους ἄνδρας ἐπὶ τὴν κατασκευὴν
20τοῦ ναοῦ τῆς Ἀθηνᾶς vv καὶ στῆσαι ἐν ἀκροπό-
λει· vvv τὸ δὲ ἐσόμενον ἀνάλωμα εἴς τε τὴν στή-
λην καὶ τὴν ἀναγραφὴν ἀνενεγκεῖν ἐν τοῖς λό-
γοις· vvv εἶναι δὲ αὐτῶι καὶ εἰς τὸν λοιπὸν χρό-
νον ἀποδεικνυμένωι τὴν πρὸς πάντας Ἀθηναί-
25ους εὔνοιαν εὑρέσθαι καὶ ἄλλο ἀγαθὸν παρὰ τῆς
βουλῆς καὶ τοῦ δήμου ὅτου ἂν δοκῇ ἄξιος εἶναι.
26ain corona oleaginea:
27Σώσανδρον
Φιλίστου
Συπαλήτ-
30τιον