Regions : Peloponnesos (IG IV-[VI]) : Arkadia (IG V,2)

IG V,2 262    Previous Inscription IG V,2 261    IG V,2 263 Next Inscription

Arkadia — Mantinea — stoich. — 5th c. BC
col. I.1

[ϝο̄]φλε̄́ασι οἵδε ἰν Ἀλέαν·

[Σί]συρνος

[Σ]ο̄[κλ]ε̑ς

[Φ]ιλομε̄λίδας

5

Θεό[κ]οσσμος

Ἀρισστόμαχος

Δ̣ρομέας

Σ̣τίλπας

Φ̣ᾶνις

10

Ἄκραντος

Ἀντιλαΐδας

Βο̑θις     ℎέσκλαρος

Θέμανδρος.

ὁσ5έοι {²⁶ὁτέωι}²⁶ ἂν χρε̄στε̄́ριον κακρίνε̄

15

ἒ̄ γνο̄σιδίκα κριθε̄́ε̄ το̑ν χρε̄μάτο̄ν,

π̣ὲ τοῖς ϝοικιάται τᾶς θεο̑ ἐ̑ναι,

κὰ ϝοικίας δάσασσθαι τὰς ἂν ὁ̑δ’ ἐάσας.

εἰ τοῖς ϝο̄φλε̄κόσι ἐπὶ τοῖδ’ ἐδικάσαμες̣

ἅ τε θεὸς κὰς οἱ δικασσταί, ἀπυσ5εδομίν[ος] {²⁶ἀποδεδομένους}²⁶

20

το̑ν χρε̄μάτο̄ν τὸ λάχος, ἀπεχομίνος

κὰ το̄̓ρρέντερον γένος ἐ̑ναι

ἄματα πάντα ἀπὺ τοῖ ἱεροῖ, ἵλαον ἐ̑ναι·

εἰ δ’ ἄλλ̣α σ5ι[ν]’ {²⁶τινὰ}²⁶ ἐᾶτοι κὰ το̑νν[υ], ἰνμενφὲς ἐ̑ναι.

col. II.24

εὐχο̄λὰ [δ’] ἅδε ἔ[σ]ετοι τοῖ ἀ[λιτε̄ρίοι]·

25

εἴ σ5ις {²⁶τις}²⁶ ἰν τοἱεροῖ το̑ν τότε̣ [ἀπυθανόντο̄ν]

φονε̄́ς ἐστι, εἴσ5’ {²⁶εἴτε}²⁶ αὐτὸς εἴσ5ε {²⁶εἴτε}²⁶ [το̑ν ἐσγόνο̄ν]

σ5ις {²⁶τις}²⁶ κὰ το̄̓ρρέντερον, εἴσ5ε {²⁶εἴτε}²⁶ τ[ο̑ν ἀνδρο̑ν]

εἴσ5ε {²⁶εἴτε}²⁶ τᾶς φαρθένο̄, ἰνμενφὲ[ς ἐ̑ναι κὰ]

τὸ χρε̄στε̄́ριον· εἰ δὲ με̄́, ἵλα[ον ἐ̑ναι].

30

εἰ Θ̣έμανδρος φονε̄́ς ἐσστι̣ ε̣[ἴσ5ε {²⁶εἴτε}²⁶]

το̑ν ἀνδρο̑ν εἴσ5ε {²⁶εἴτε}²⁶ τᾶς φαρθέν[ο̄]

το̑ν τότε ἀπυθανόντο̄ν ἰν το̣[ἱεροῖ]

κὰς με̄̀ προσσθαγενὲς τὸ ϝέ[ργον]

τὸ τότε ἐ̑, οὕτο̄ς ἰν μ̣όνφον θε̑[ναι]·

35

εἰ δὲ προσσθαγενὲς τὸ ϝέργ[ον τοῦτο]

κὰς με̄̀ φονε̄́ς, ἵλαον ἐ̑ναι.

# PH32298