IG V,2 261 IG V,2 263 
[ϝο̄]φλε̄́ασι οἵδε ἰν Ἀλέαν·
[Σί]συρνος
[Σ]ο̄[κλ]ε̑ς
[Φ]ιλομε̄λίδας
5Θεό[κ]οσσμος
Ἀρισστόμαχος
Δ̣ρομέας
Σ̣τίλπας
Φ̣ᾶνις
10Ἄκραντος
Ἀντιλαΐδας
Βο̑θις ℎέσκλαρος
Θέμανδρος.
ὁσ5έοι {²⁶ὁτέωι}²⁶ ἂν χρε̄στε̄́ριον κακρίνε̄
15ἒ̄ γνο̄σιδίκα κριθε̄́ε̄ το̑ν χρε̄μάτο̄ν,
π̣ὲ τοῖς ϝοικιάται τᾶς θεο̑ ἐ̑ναι,
κὰ ϝοικίας δάσασσθαι τὰς ἂν ὁ̑δ’ ἐάσας.
εἰ τοῖς ϝο̄φλε̄κόσι ἐπὶ τοῖδ’ ἐδικάσαμες̣
ἅ τε θεὸς κὰς οἱ δικασσταί, ἀπυσ5εδομίν[ος] {²⁶ἀποδεδομένους}²⁶
20το̑ν χρε̄μάτο̄ν τὸ λάχος, ἀπεχομίνος
κὰ το̄̓ρρέντερον γένος ἐ̑ναι
ἄματα πάντα ἀπὺ τοῖ ἱεροῖ, ἵλαον ἐ̑ναι·
εἰ δ’ ἄλλ̣α σ5ι[ν]’ {²⁶τινὰ}²⁶ ἐᾶτοι κὰ το̑νν[υ], ἰνμενφὲς ἐ̑ναι.
col. II.24εὐχο̄λὰ [δ’] ἅδε ἔ[σ]ετοι τοῖ ἀ[λιτε̄ρίοι]·
25εἴ σ5ις {²⁶τις}²⁶ ἰν τοἱεροῖ το̑ν τότε̣ [ἀπυθανόντο̄ν]
φονε̄́ς ἐστι, εἴσ5’ {²⁶εἴτε}²⁶ αὐτὸς εἴσ5ε {²⁶εἴτε}²⁶ [το̑ν ἐσγόνο̄ν]
σ5ις {²⁶τις}²⁶ κὰ το̄̓ρρέντερον, εἴσ5ε {²⁶εἴτε}²⁶ τ[ο̑ν ἀνδρο̑ν]
εἴσ5ε {²⁶εἴτε}²⁶ τᾶς φαρθένο̄, ἰνμενφὲ[ς ἐ̑ναι κὰ]
τὸ χρε̄στε̄́ριον· εἰ δὲ με̄́, ἵλα[ον ἐ̑ναι].
30εἰ Θ̣έμανδρος φονε̄́ς ἐσστι̣ ε̣[ἴσ5ε {²⁶εἴτε}²⁶]
το̑ν ἀνδρο̑ν εἴσ5ε {²⁶εἴτε}²⁶ τᾶς φαρθέν[ο̄]
το̑ν τότε ἀπυθανόντο̄ν ἰν το̣[ἱεροῖ]
κὰς με̄̀ προσσθαγενὲς τὸ ϝέ[ργον]
τὸ τότε ἐ̑, οὕτο̄ς ἰν μ̣όνφον θε̑[ναι]·
35εἰ δὲ προσσθαγενὲς τὸ ϝέργ[ον τοῦτο]
κὰς με̄̀ φονε̄́ς, ἵλαον ἐ̑ναι.