Regions : Attica (IG I-III) : Attica

SEG 26:72    Previous Inscription SEG 26:71    SEG 26:78 Next Inscription

Att. — Athens — stoich. 39 — 375/4 bc — Ag. 16.106C

ἔδοξε τοῖς νομοθέταις, ἐπὶ Ἱππο[δάμαντος]

ἄρχοντος ∶ Νικοφῶν εἶπεν·

τὸ ἀργύριον δέχεσθαι τὸ Ἀττικὸν̣ ὅτ[αν δεικνύητ?]-

αι ἀργυρο̑γ καὶ ἔχηι τὸν δημόσιογ χα[ρακτῆρα. ὁ δὲ]

5

δοκιμαστὴς ὁ δημόσιος καθήμενος με[ταξὺ τῶν τρ]-

απεζῶν δοκιμαζέτω κατὰ ταῦτα ὅσαι ἡ̣[μέραι πλὴν]

ὅταν ἦ[ι] χρημάτωγ καταβολή, τότε δὲ ἐ[ν τῶι βολευτ]-

ηρίωι. ἐὰν δέ τις προσενέγκηι ξ̣[ε]ν[ικὸν ἀργύριον?]

ἔχον τὸν αὐτὸγ χαρακτῆρα τῶι Ἀττι[κῶ]ι̣, ἐ[ὰν καλόν], {²⁷ἐ[κ το̑ νόμο] Sokolowski}²⁷

10

ἀποδιδότω τῶι προσενεγκόντι. ἐὰν δὲ ὑπ[όχαλκον]

ἢ ὑπομόλυβδον ἢ κίβδηλον, διακοπτέτ̣ω πα[ραυτίκ]-

α {²⁷πα[ραχρῆμ]|α Bogaert}²⁷ καὶ ἔστω ἱερὸν τῆς Μητρὸς [τ]ῶν θεῶγ καὶ κ[αταβαλ]-

λέτω ἐς τὴμ βολήν. ἐὰν δὲ μὴ καθῆτ[α]ι ὁ δοκι[μαστὴς]

ἢ μὴ δοκιμάζηι κατὰ τὸν νόμον, τυπ̣[τ]όντων [αὐτὸν ο]-

15

ἱ το̑ δήμο συλλογῆς πεντήκοντα πληγὰς τ[ῆι μάστι]-

γι. ἐὰν δὲ τις μὴ δέχηται τὸ ἀ̣[ρ]γ[ύρ]ιον ὅ τ[ι ἂν ὁ δοκι]-

μαστὴς δοκιμάστηι, στερέσθω ὧν ἂμ [π]ωλῆτ̣[αι ἐκείν]-

ηι τῆι ἡμέραι. φαίνειν δὲ τὰ μὲν ἐν [τ]ῶ̣ι σί̣[τωι πρὸς]

τὸς σιτοφύλακας, τὰ δὲ ἐν τῆι ἀγορᾶι κ[α][ἐν τῶι ἄλ]-

20

λωι ἄστει πρὸς τοὺς το̑ δήμο συλλογέ[ας], τὰ [δὲ ἐν τῶ]-

ι ἐμπορίωι καὶ τῶι Πει[ρ]αιεῖ πρὸς τοὺ[ς ἐπιμελητ]-

ὰς τοῦ ἐμπορίο πλὴν τὰ ἐν τῶι σίτωι, τὰ δὲ [ἐν τῶι σί]-

τωι πρὸς τοὺς σιτοφύλακας. τῶν δὲ φανθέ[ντων, ὁπό]-

σα μὲν ἂν ἦι ἐντὸς δέκα δραχμῶν, κύριοι ὄ[ντων οἱ ἄ]-

25

ρχοντες διαγιγνώσκειν, τὰ δὲ ὑπὲρ [δ][κ]α [δραχμάς],

ἐσαγόντων ἐς τὸ δικαστήριον. οἱ δὲ θε[σμ]οθ[έται π]-

αρεχόντων αὐτοῖς ἐπικληρο̑ντες δικα[στήριον ὅ]-

ταμ παραγγέλλωσιν ἢ εὐ̣θυνέ̣σθω[ν ․] δραχ[μαῖς. τῶι]

δὲ φήναντι μετέστω τὸ ἥμισυ, ἐ[ὰ]ν ἕληι ὁ̣ [ὠνόμενος] {²⁷ὁ̣[ντιναοῦν] Bogaert}²⁷

30

ἐὰ̣ν δὲ δο̑λος ἦι ὁ πωλῶν ἢ δόλη, ὑπ<α>ρχέτω̣ μ[ὲν αὐτῶι]

τύπτεσθαι 𐅄 πληγὰς τῆι μάστιγι ὑπὸ [τῶν ἀρχόντω]-

ν οἷς ἕκαστα προστέτακται. ἐὰν δέ τις [τῶ]ν ἀ[ρχόντ]-

ων μὴ ποιῆι κατὰ τὰ γεγραμμένα, εἰσαγ[αγέτω αὐτὸ]-

ν {²⁷εἰσαγ[γελλέτω μὲ]|ν Hansen}²⁷ ἐς τὴμ βολὴν Ἀθηναίων ὁ βολόμενος οἷς [ἔξεστιν].

35

ἐὰν δὲ ἁλῶι, ὑπαρχέτω μὲν αὐτῶι πεπαῦσθ[αι ἄρχον]-

τι καὶ προστιμάτω αὐτῶ[ι] ἡ βολὴ μέχρι [𐅅 δραχμῶν. ὅ]-

πως δ’ ἂν ἦι καὶ ἐμ Πειραιεῖ δοκιμαστὴς [τοῖς ναυκ]-

λήροις καὶ τοῖς ἐμπόροις καὶ τοῖς ἄλλο[ις πᾶσιν],

καταστησάτω ἡ βολὴ ἐκ τῶν δημοσίων ἐὰ̣[ν ․․c.7․․ {²⁷ὑπάρχηι Bogaert}²⁷]

40

ἢ ἐσπριάσθω, τὴν δὲ τιμὴν οἱ ἀποδέκται [μεριζόντ]-

ων. οἱ δὲ ἐπιμεληταὶ τοῦ ἐμπορίο ἐπιμελ̣έ[σ]θω[ν ὅπ]-

ως ἂγ καθῆται πρὸς τῆι στήληι τοῦ Ποσειδῶνο[ς κα]-

ὶ χρήσθων τῶι νόμωι καθάπερ περὶ το̣̑ ἐν ἄστ[ει δοκ]-

ιμαστο̑ εἴρηται κατὰ ταὐτά. ἀναγράψαι δὲ ἐν σ[τήλ]-

45

ηι λιθίνηι τὸν νόμον τόνδε καὶ καταθεῖναι ἐν [ἄσ]-

τει μὲμ μεταξὺ τῶν τραπεζῶν, ἐμ Πειραιεῖ δὲ πρό[σ]-

θεν τῆς στήλης τοῦ Ποσει[δ]ῶνος. ὁ δὲ γραμματε[ὺ]ς [ὁ]

τῆς βολῆς παραγγειλάτω μίσθωμα τοῖς πωλ[ηταῖς].

οἱ δὲ πωληταὶ ἐσενεγκόντων ἐς τὴμ βολήν. τ[ὴν δὲ μ]-

50

ισθοφορίαν εἶναι τῶι δοκιμαστῆι τῶι ἐν τῶι [ἐμπ]-

ορίωι ἐπὶ μὲν Ἱππδάμαντος ἄρχοντος ἀφ’ οὗ̣ [ἂν κα]-

τασταθῆι, μεριζόντων οἱ <ἀ>ποδέκται ὅσομπερ τ̣[ῶι]

ἐν ἄστει δοκιμαστῆι, ἐς δὲ τὸν λοιπὸγ χρόν[ον ἐ̑να]-

ι αὐτῶι τὴμ μισθοφορίαν ὅθεμπερ τοῖς ἀργυ[ροκό]-

55

ποις. εἰ δὲ τι ψήφισμα γέγραπται πο ἐστήληι πα̣[ρὰ τ]-

όνδε τὸν νόμον, καθελέτω ὁ γραμματεὺς τῆς βολ[ῆς].

# PH292390