Regions : Asia Minor : Lydia

SEG 38:1237    Previous Inscription SEG 38:1236    SEG 38:1243 Next Inscription

Lyd. — Manisa Mus., fr. NE Lydia — 235/6 AD

ἔτους τκʹ, μη(νὸς) Πανήμου βιʹ

κατὰ τὸ ἐφρενωθεὶς ὑπὸ τῶν

{²crescent, a pair of eyes}² θεῶν ὑπὸ τοῦ

Διὸς κὲ τοῦ <Μηνὸς> μεγάλου Ἀρτεμι-

5

δώρου· ἐκολασόμην τὰ ὄματα τὸν

Θεόδωρον κατὰ τὰς ἁμαρτίας, ἃς

ἐπύησεν· συνεγενόμην τῇ πε-

δίσχῃ τ<οῦ> Ἁπλοκόμα, τῇ Τροφίμῃ, τῇ γυ-

ναικὶ τῇ Εὐτύχηδος εἰς τὸ πλετώ-

10

ριν· ἀπαίρι τὴν πρώτην ἁμαρτίαν προβά-

τῳ〚ν〛, πέρδεικι, ἀσφάλακι· δευτέρα

ἁμαρτία· ἀλλὰ δοῦλος ὢν τῶν θεῶν τῶν

ἐν Νονου συνεγενόμην τῇ Ἀριάγνῃ τῇ

μοναυλίᾳ· ’παίρι χύρῳ, θείννῳ ἐχθύει· τῇ

15

τ̣ρίτῃ ἁμαρτίᾳ συνεγενόμην Ἀρεθούσῃ

μοναυλίᾳ· ’παίρι ὄρνειθει, στρουθῷ, περισ-

τερᾷ, κύ(πρῳ) κρειθοπύρων, πρό(χῳ) οἴνου· κύ(προν) πυρῶν

καθαρὸς τοῖς εἱεροῖς, πρό(χον) αʹ· ἔσχα παράκλητον

τὸν Δείαν· "εἴδαι, κατὰ τὰ πυήματα πεπηρώκιν,

20

νῦν δὲ εἱλαζομένου αὐτοῦ τοὺς θεοὺς κὲ στη-

λογραφοῦντος ἀνερύσετον τὰς ἁμαρτίας"·

ἠρωτημαίνος {²⁶ἠρωτημένος}²⁶ ὑπὸ τῆς συνκλήτου· "εἵλεος εἶ-

μαι ἀναστανομένης τῆς στήλλην μου,

ᾗ ἡμέρᾳ ὥρισα· ἀνύξαις τὴν φυλακήν, ἐξαφίω

25

τὸν κατάδικον διὰ ἐνιαυτοῦ κὲ μηνῶν ιʹ περι-

πατούντων"

# PH277422