Magnesia 3 Magnesia 5 
[—]
[—]
[—]
[․․․․․․14․․․․․․]ετα[—]
5․․5․․π̣․ότος τὴν θε̣[ὰν? — καθι]-
δρύεσθαι προστάξαν[τος ․․․8․․․․ ὅπως ․․6․․․]ντ․․οι πάντ[ες οἱ κατοι]-
κοῦντες τήν τε πόλιν καὶ [τὴν χώραν κα]τὰ δύναμιν τὴν ἰδίαν [τὰς πρε]-
πούσας ἀπονέμωσιν τῆι θεῶι τιμὰς κατ’ ἐνιαυτὸν τῆι ἕκτηι ἱ[σταμέ]-
νου τοῦ Ἀρτεμισιῶνος μηνὸς ἐν τοῖς προσαγορευομένοις [Εἰσιτηρί]-
10οις καταξίως τῶν ὑπ’ αὐτῆς γεγενημένων τε καὶ γινο[μένων διὰ]
παντὸς εἰς τὸ πλῆθος ἡμῶν εὐεργεσιῶν, οἰομένου σ<υ>ν̣[οίσειν ἀνί]-
εσθαι μὲν τοὺς παῖδας ἐκ τῶν μαθημάτων κατὰ τὸ πά[τριον ἔθος]
[κ]αὶ τὴν οἰκετείαν ἀπὸ παντὸς ἔργου, συνκεχωρηκότος δὲ [οἰκονομί]-
αν τῶν διαπωλουμένων ἐν ἐκείνῃ τῆι ἡμέραι χάριν τοῦ [ἐπὶ? μᾶλ]-
15[λ]ον ἔκδηλον ὑπάρχειν τὴν τοῦ δήμου σπουδήν, τά τε ἄ[λλα κατα]-
χωρίσαντος ἐν τῶι ψηφίσματι τὰ διατείνοντα πρὸ[ς] τὴν τ[ῆς θεοῦ λατ]-
[ρ]είαν?, ἐπιτάξαντος δὲ καὶ σπονδὰς καὶ κατευχὰς ὑπὸ τῆς συν̣[αρχίας, ἔτι]
δὲ καὶ θυσίας συντελεῖσθαι, καθῆκόν ἐστιν τῶι δήμωι [πλεῖον καὶ ἐκτε]-
νέστερον περὶ τῶν προγεγραμμένων φροντίσαι καὶ ἀ[ναγράψαι]
20μὲν τὸ κεκυρωμένον ἐπὶ στεφανηφόρου Πολυκλείδου [μηνὸς Ἁ]-
γνεῶνος ψήφισμα, περιέχον δὲ τὰς προγεγραμμένας τι[μὰς]
εἰς τὴν παραστάδα τὴν ἀπὸ δυσμῆς τῆς στοᾶς τῆς βορεί[ας ἐφ’ ἧς ἔ]-
πεστιν τὸ βουκεφάλιον χειροτονηθέντος ἐπὶ τῆς ἀναγ[ραφῆς ἀν]-
δρὸς ὃς ἐγδώσει μετὰ τοῦ ἀρχιτέκτονος χορηγη[σάντ]ω[ν τὸ] γινό]-
25μενον δαπάνημα χάριν τῆς ἀναγραφῆς τῶν ἐπὶ τῶν ἱερῶν πρ̣[οσό]-
δων τῶν ἐν τῶι ἐνεστῶτι ἐνιαυτῶι· ἵνα δὲ πάντες γινώσκωσιν ὡ[ς]
καθῆκόν ἐστιν ἐν τοῖς Εἰσιτηρίοις τὰς τῆς Ἀρτέμιδος συνεπαύξε[ιν]
τιμάς, τὸν γραμματέα τῆς βουλῆς τὸν ἀεὶ κατασταθησόμενον
καὶ τὸν ἀντιγραφέα καθ’ ἕκαστον ἔτος τοῦ μηνὸς τοῦ Ἀρτεμισιῶ-
30νος τῆι δευτέραι μετὰ τὸ τὴν αἵρεσιν γενέσθαι τῆς τε ἱερείας
καὶ τοῦ στεφανηφόρου παραναγινώσκειν ἐπάναγ[κ]ες τὸ [ψ]ήφισ-
μα τὸ εἰσενεχθὲν ὑπὸ Διαγόρου τοῦ Ἰσαγόρου τὸ περὶ τῆ[ς τῶν Εἰ]-
σιτηρίων διοικήσεως· ἐὰν δὲ μὴ ποιήσωνται τὴν ἀνάγνωσιν [αὐ]-
34τοῦ καθότι προστέτακται, ὀφείλειν αὐτῶν ἑκάτερον ἱερὰς
35δραχ(μὰς) ϡʹ καὶ εἶναι φάσιν τῶι βου[λ]ομένωι τῶν πολιτῶν, οἷς [ἔ]-
ξεστιν, ἐπὶ τῷ ἡμίσει πρὸς τοὺς εὐθύνους, θέσθω δὲ ὁ αἱρε[θ]ησ[ό]-
μενος ἀνὴρ ἐπὶ τῆς ἀναγραφῆς περὶ ὧν ἂν χειρίσῃ λόγον πρός τε
τὸν γραμματέα τῆς βουλῆς καὶ τὸν ἀντιγραφέα, ἄμεινον δὲ εἶ-
ναι καὶ τοῖς κεκτημένοις οἰκίας ἢ ἐργαστήρια κατασκευάσασιν [κα]-
40τὰ δύναμιν βωμοὺς πρὸ τῶν θυρῶν καὶ κονιάσασιν, ποιήσασιν δὲ [ἐ]-
πιγραφὴν Ἀρτέμιδος Λευκοφρυηνῆς Νικηφόρου· ἐὰν δέ τις μὴ ἐπι[τε]-
λέσῃ, μὴ ἄμεινον αὐτῶι εἶναι· ἀναγραφῆναι δὲ εἰς τὴν αὐτὴν παρασ[τά]-
δα καὶ τόδε τὸ ψήφισμα. ἡ<ι>ρέθη ἐπὶ τῆς ἀναγραφῆς
τῶν ψηφισμάτων Μαιάνδριος Ἀρτεμιδώρου.