
τάδε ὁ σύλλο[γ]ος ἐβολεύσατο
ὁ Ἁλικαρναϡ(σσ)έ[ω]ν καὶ Σαλμακι-
τέων καὶ Λύγδαμις ἐν τῆι ἱερῆ[ι]
ἀγορῆι, μῆνος Ἑρμαιῶνος πέμ-
5πτηι ἱσταμένο, ἐπὶ Λέοντος πρυ-
ταν[εύον]τος το̑ Ὀαϡ(σσ)αϡ(σσ)ιος κα-
[ὶ] Σα[ρυϡ(σσ)]ώλλο το̑ Θεκυΐλω νε-
[ωπ]οί[ος τ]ὸς μνήμονας μὴ παρ[α]-
διδό[ναι] μήτε γῆν μήτε οἰκ[ί]-
10[α] τοῖς μνήμοσιν ἐπὶ Ἀπολλω-
νίδεω το̑ Λυγδάμιος μνημονε-
ύοντος καὶ Παναμύω το̑ Κασβώ-
λλιος καὶ Σαλμακιτέων μνη-
μονευόντων Μεγαβάτεω το̑ Ἀ-
15φυάσιος καὶ Φορμίωνος το̑ Π[α]-
νυάϡ(σσ)ιος. ἢν δέ τις θέληι δικάζε-
σθαι περὶ γῆς ἢ οἰκίων, ἐπικαλ[έ]-
τω ἐν ὀκτωκαίδεκα μησὶν ἀπ’ ὅτ[ε]
ὁ ἅδος ἐγένετο· νόμωι δὲ κατάπ[ε]-
20ρ νῦν ὁρκῶ{ι}σ<α>ι {²⁶ὁρκῶσαι}²⁶ τὸς δικαστάς· ὅ τ[ι]
ἂν οἱ μνήμονες εἰδέωσιν, τοῦτο
καρτερὸν ἐ̑ναι. ἢν δέ τις ὕστερον
ἐπικαλῆι τούτο το̑ χρόνο τῶν
ὀκτωκαίδεκα μηνῶν, ὅρκον ἐ̑ναι τ-
25ῶι νεμομένωι τὴν γῆν ἢ τὰ οἰκ-
[ί]α, ὁρκο̑ν δὲ τὸς δικαστὰς ἡμί-
[ε]κτον δεξαμένος· τὸν δὲ ὅρκον εἶ-
[ν]αι παρεόντος το̑ ἐνεστηκότος. κ-
αρτερὸς δ’ εἶναι γῆς καὶ οἰκίων οἵτινες
30τότ’ εἶχον ὅτε Ἀπολλωνίδης καὶ Πανα-
μύης ἐμνημόνευον, εἰ μὴ ὕστερο-
ν ἀπεπέρασαν. τὸν νόμον τοῦτον
ἤν τις θέληι συγχέαι ἢ προθῆτα-
[ι] ψῆφον ὥστε μὴ εἶναι τὸν νόμο-
35ν τοῦτον, τὰ ἔοντα αὐτο̑ πεπρήσθω
καὶ τὠπόλλωνος εἶναι ἱερὰ καὶ α-
ὐτὸν φεύγεν αἰεί· ἢν δὲ μὴ ἦι αὐτ-
ῶι ἄξια δέκα στατήρων, αὐτὸν [π]-
επρῆσθαι ἐπ’ ἐξαγωγῆι καὶ μη[δ]-
40αμὰ κάθοδον εἶναι ἐς Ἁλικαρν-
ησσόν. Ἁλικαρνασσέων δὲ τῶς σ-
υμπάντων τούτωι ἐλεύθερον ε[ἶ]-
ναι, ὃς ἂν ταῦτα μὴ παραβαίνηι κατό-
περ τὰ ὅρκια ἔταμον καὶ ὡς γέγραπτ-
45αι ἐν τῶι Ἀπολλω[νί]ωι, ἐπικαλε̑ν.