Aphrodisias 50 Aphrodisias 52 
vacat αὐτοκράτωρ Καῖσαρ Τραϊανὸς Σμυρναίοις vacat·
οὐδένα βούλομαι ἐκ τῶν ἐλευθέρων πόλεων ἀνανκάζεσθαι εἰς ὑμετέραν λειτουργίαν καὶ
μάλιστα ἐξ Ἀφροδεισιάδος ἐξῃρημένης τῆς πόλεως καὶ τοῦ τύπου τῆς ἐπαρχείας v ὥστε μήτε
εἰς τὰς κοινὰς τῆς Ἀσίας μήτε εἰς ἑτέρας λειτουργίας ὑπάγεσθαι. Τιβέριον Ἰουλιανὸν Ἄτταλον
5ἀπολύω τοῦ ἐν Σμύρνῃ ναοῦ καὶ μάλιστα μαρτυρούμενον ὑπὸ τῆς ἰδίας πατρίδος. ἔγραψα δὲ περὶ
vacat τούτων καὶ Ἰουλίῳ Βάλβῳ τῷ φίλῳ μου καὶ ἀνθυπάτῳ. vacat