Regions : Attica (IG I-III)

IG II² 228    Previous Inscription IG II² 227    IG II² 229 Next Inscription

Att. — stoich. 26 — 341/0

[ἐπ]ὶ Νικομάχου ἄρχο[ντος ἐπὶ τῆς]

[Π]ανδιονίδος ἑβδόμης [πρυτανεί]-

[α]ς, ἐνάτηι καὶ εἰκοστῆι τῆς πρ[υτ]-

ανείας· τῶν προέδρων ἐπεψήφιζ[ε]-

5

ν Ἀριστόμαχος ἐξ Οἴου, Ὀνήσιππο-

ς Ἀραφήνιος ἐγραμμάτευεν· ἔδοξ-

εν τῶι δήμωι· Ἱππόστρατος Ἐτεαρ-

χίδου Παλληνεὺς εἶπεν· εἶναι κα-

ὶ τοῖς Ἐλαιουσίοις τὰ αὐτὰ ἅπ[ερ]

10

ὁ δῆμος ἐψήφισται τοῖς Χερρ[ονη]-

σίταις, τὸν δὲ στρατηγὸν Χά[ρητα]

ἐπιμεληθῆναι αὐτῶν ἐν τῶι [τρόπ]-

ωι τῶι αὐτῶι, ὅπως ἂν ἔχοντε[ς Ἐλα]-

ιούσιοι τὰ ἑαυτῶν ὀρθῶς κ[αὶ δικ]-

15

αίως οἰκῶσιν μετὰ Ἀθηναί[ων ἐν Χ]-

ερρονήσωι. καὶ καλέσαι το[ὺς Ἐλα]-

ιουσίους ἐπὶ δεῖπνον εἰς [τὸ πρυ]-

τανεῖον εἰς αὔριον.

# PH2446