Regions : Central Greece (IG VII-IX) : Delphi

FD III 5:58    Previous Inscription FD III 5:57B    FD III 5:59A Next Inscription

Phokis — Delphi — stoich. — 331 BC — CID 2.97
1

[ἐλείπετο τοῖς τα]μ[ί]αις [ἐ]πὶ τῆς ἠρινῆς πυλα[ί]α[ς] εἰς τὴν ὀπω[ρι]νὴν

[πυλαίαν] τάλαντα πεντήκοντα ἑπτά, μναῖ δέκα ὀκτώ, στατῆρες δέκα

[ἕξ, ὀ]βολοὶ τέσσαρες.

[πρ]όσοδοι δὲ ἐγένοντο· παρὰ τῶν ἱερομνημόνων τὸ [ἐ]πιδέκατον [μν]αῖ

5

[δ]έκα ὀκτώ, στατῆρες εἴκοσι· καὶ τῶν δαρεικῶν [τῶ]ν εἰς τοὺς στεφά-

[νο]υς οὗ ἐχρησάμεθα παρὰ τῶμ πρυτάνιων Ὀλ[υμπιά]δι,

[δα]ρεικῶν ἑκατὸν ἐνενήκοντα, ἐπικαταλλ[αγ]ή ἐ[γ]ένετο στατῆρες

[ἐν]ενηκοντα πέντε.

9

[κεφά]λαιον τῆς προσόδου· μναῖ εἴκοσι [μ][α, σ]τατῆρες δέκα.

10

[σύμπαν κε]φάλαιον σὺν τῶι ὑπά[ρχ]οντι τάλα[ν]τα πεντήκοντα ἑπτά,

[μναῖ τρι]άκον[τ]α ἐννέα, στατῆρες εἴκοσι ἕ[ξ, ὀ]βολοὶ τέσσαρες.

[ἀπὸ τ]ού[τ]ων [ἀν]άλ[ω]μα τῆς ὀ[π]ωρινῆς πυλαίας ἐ[π]ὶ Κάφιος ἄρχοντος

[τοῖ]ς ναοποι[ο][ς κελευσ]άντων τῶν ἱερομνα[μό]νων δοῦναι τάλαντα

[αἰγ]ιναί[ου] εἴκο[σι, ἐδώ]καμεν ἀττικοῦ τάλαν[τα] δέκα ὀκτώ,

15

[μνᾶ]ς τεσσαράκ[οντα· τ]ὸ δὲ ἄλλο ἐπικαταλλα[γ]ὴ ἐγένετο·

[τοῖσδ]ε· Μολύσ[ω]ν[ι Παι]δίνα Φαρσαλίωι, Οἰολύκωι Διοκλέους

[Λαρι]σ[α]ίω[ι], Μηδ[ε]ίωι Ἀριστοφυλίδα Λαρισαίωι, Ἀμύντορι Σιμμία

[Φεραίωι, Ὀ]ρέστ[α]ι Ναύτα Κραννωνίωι, Ἱππίαι Ἀρκεσιλάου [Π]ελινναιεῖ,

[Ἐτυμ]ώνδαι Λαρ[ι]σίου Δελφῶι, Σιμυλίωνι Δελφῶι, [Ἱ]πποδά[μα]ι Ἀγάθω-

20

[νος Φαρ]σαλίωι, Κλεότται Εὐνομίδα Περραιβῶι, Μνασ[ίω]νι Μνασιθοίνου

[Πλ]α[τα]ιεῖ, Π[ύ]θωνι Πύρρου Θεσπιεῖ, Φερεκλεῖ Κλησία [Τ]αναγραίωι,

[Ἐπ]ιτέλει Σωινό[μ]ου Ἀθηναίωι, Φίλι Δεινάρχου Ἀργείωι, Πολυκράτει

[Ἀν]τίωνος Ἀργεί[ω]ι, Νοίωι Νοίωνος Ἀργείωι, Σωίδαι Σωμήστορος

[Κο]ρινθίωι, Καλ[λισ]θ[έ]νει Σ[α]ιγάλου Κορινθίωι, Ἁγησίλαι Αἰνησία

25

[Λο]κρῶι Ὀπουντί[ω]ι, Ἀ[γ]ίαι Ἀριστάρχου Λοκρῶι Θρονιεῖ, Διοκλεῖ

[Ἀψ]όφου Λοκρῶι, [Λααονίκωι, Τραχάλωι, Ἀκρατίδαι, Κυλωιάδαι, Πρατο-

[ν]ίκωι Λακεδα[ι]μονίοις, Ἀνδρέαι Μιλτιάδα Φλειασίωι, Φίλλι Ἀλκία

[Ἀ]ργε[ί]ωι, Ἀλκιμάχωι Ἀντιμάχου Ἀργείωι, Μικίωνι Κλάσιος Ἀργείωι,

[Π]υθοδώρωι Πύθωνος Ἀθηναίωι, Τιμανορίδαι Κορδυπίωνος Μ[α]κεδόν[ι],

30

[Λ]έωνι Ἡγησάνδρου Μακεδόνι, Κράτητι Τιμοκράτεος Σικυωνίωι,

[Ε]ὐφάνει Σωφάνεος Τροζανίωι, Διευχίδαι Πραξίωνος Με[γα]ρεῖ,

[Ν]ικηράτωι Τιμάν[ακ]τος Αἰγινήτηι, Ἀνδροκλεῖ Ἀνδροτίμου Κορινθί[ωι],

[Δ]αιμονίωι Μενεκ[ρά]τους Φαρσαλίωι, Δαιμάχωι Ἀρχίππου Ἀργείωι,

[Ὁρ]μασίλαι Ἐχεκρά[τε]ος Ἀργείωι, Κεφάλωνι Θρασιππίδα Πελινναι[εῖ],

35

[Δει]νίαι Ἀργείωι, Ἀντόχωι Τιμέα Λοκρῶι.

   [Ξε]νοδόκωι κήρυκι [μ]ι[σθ]ὸς σ[τα]τῆρες δέκα· Χάρητι, τοῦ γυμνασίου

[τῆς ἐ]πιμελείας μ[ην]ῶν ἕξ, στατῆ[ρ]ας τεσσαράκοντα πέντε·

[γρα]μματεῖ τῶν [ταμι]ῶν μισθὸς ἡμιμναῖον· ἐπιτέλει Ἀθηναίωι,

[τῆς ὑ]δραγωγία[ς τῆς ε]ἰς τὸ γυμνάσιον ἡμιμναῖον· Ἀρισταίωι,

40

[στήλ]ης ἐν ἧι τὰ ἐπιδ]έκατα τὰ παρ[ὰ] τῶν ἱερομνημόνων ἀναγέγραπται,

[στατ]ῆρ[ας πέντε]· Μνασικλεῖ, γραμμάτων ἐκκοπῆς τῶμ προδικιῶν

[στα]τή[ρ]· Δεινομάχω[ι], τῶμ Πυθιονικῶν ἀναγραφῆς, κελευσάντων

[τ]ῶν ἱερομνημόνων, μνᾶς δύο.

[κεφ]άλαιον ἀναλώματος τάλαντα δέκα ὀκτώ, μναῖ τεσσαράκοντα

45

[τέ]σσαρες, στατῆρες εἴ[κ]οσι ἕξ.

[ἐλείπ]ετο τοῖς ταμίαις π[α]ρὰ τὴμ πόλιν τῶν Δελφῶν, ἀφαιρεθέντο[ς]

[τοῦ ἀ]ναλώματος, τάλαντ[α τ]ριάκοντα ὀ[κτώ], μναῖ πεντήκοντα πέντε,

[ὀβολ]οὶ τέσσαρες.

[τούτο]υ ἀμφικ[τ]ιονικοῦ τά[λαντ]α εἴκοσι ἕξ, μναῖ εἴκοσι, στατῆρες

50

[δυο, ὀ]βολοὶ ἑπτά·

[καὶ ἀττ]ικ[ο]ῦ μναῖ εἴκοσι τέσσ[α]ρες, δραχμαὶ εἴκοσι πέντε, ὀβολοὶ δύο·

[καὶ παλ]αι[ο]ῦ τάλαντα δέκα δύο, μναῖ δέκα, στατῆρες εἴκοσι τρεῖς, ὀβολοὶ

[τρεῖς].

[ὀπωρινῆ]ς πυ[λ]αίας ἐπὶ Κάφιο[ς] ἄρχοντος, πρυτανευόντων Μαιμάλου,

55

[․․․․․․․․]ο[υ], Τεισίλα, Κρα[τ]ίνου, Ἄντωνος, Δ[ί]ωνος, Ἀπολ[λ]οδώρου, Ὀπωρί-

[νου, ἱερο]μν[ημ]ονούντων τῶνδε· Θεσσαλῶν Πολίτα Φαρσαλίου,

[Νικασί]ππου [Π]ελινναιέος· πα[ρ]’ Ἀλεξάνδρου Ἀρχεπόλιος ․․․․․․․·

[Δελφῶ]ν Δεινομάχου, Πλεί[σ]τω[νο]ς· Δωριέων Κλεωνύμου Ματροπολίτου,

[․․․․․]ύτου ἐκ Πελοποννήσου· Ἰώνων Ἀπημάντου Ἀθηναίου, Τιμοκράτ[ε]ο[ς]

60

[Ἐρετρ]ιέος· Περραιβῶν Ἀριστολάου Φαλανναίου, Δολόπων Ἑλλαν[οκ]ρά-

[τεος· Β]οιωτῶν [Φί]λλιος Ὀρχομενίου, Φέρητος Ταναγραίου· Λοκρῶν

[Πολυκ]λέος Ὀπ[ο]υντίου, Εὐδ[ό]κου Ἀμφισσέος· Ἀχαιῶν Ἐπισθέν[ε]ος [Μ]ελι-

[ταιέ]ος, Λαρισαίου [Εὐ]ξένο[υ]· Μαγνήτων Παυσανία Μεθωναίου, Σιμία

[Ὁμολ]ιέος· Αἰνιάνων Κέλωνος Κο[ρ]οφαίου, Νικάνορος Φυρ[ρ]αγίου·

65

[Μαλι]έων Ἀρχίππου Λαμιέο[ς], Λυκόφρονος Ἡρακλ[ε]ιώτου.

[ἐλείπ]ετο τοῖς τ[αμί]αις ἐπὶ τῆς ὀπωρινῆς πυλαίας εἰς τὴν ἠρινὴν

[πυλαίαν τ]άλαντα [τ]ριάκοντα ὀκτ[ώ], μναῖ πεντήκοντα πέντε, ὀβολοὶ

[τέ]σσαρες.

[πρό]σοδοι δὲ ἐγένοντο ἐπὶ [τῆς] ἠρινῆς [πυ]λαίας ἐπὶ Κάφιος ἄρχοντος·

70

[πα]ρὰ Φωκέων [ὀ]κτω[κ]αιδεκάτ[η] καταφορὰ τάλαντα δέκα·

[πα]ρὰ Περπόλα Λαρισαίου τοῦ συνεδ[ρίου] τοῦ ἐμ Πυλαίαι κατὰ τὸ ψήφισμα

[τῶν ἱερο]μνημόνων ἡ πέμπτη καταφορ[ὰ μ]ναῖ δέκα πέντε.

# PH240856