Regions : Central Greece (IG VII-IX) : Delphi

FD III 5:19    Previous Inscription FD III 5:18    FD III 5:20 Next Inscription

Phokis — Delphi — stoich. — 361-343 BC — CID 2.31
1

ἐπὶ Ἀργιλίου ἄρχοντος, ὀπωρινᾶς πυλαίας, πὰρ τὰν πόλιν τῶν Δελφῶν λοιπὰ χ[ρ]ήματα τοῖς ναο-

ποιοῖς· τάλαντα ἴκατι, μναῖ δέκα τέτορες, στατῆρες δέκα. μετὰ τοῦτο ἀπεδώκαμες, ἐπιστει-

λάντων τῶν ναοποιῶν πάντων, τᾶι ἠρινᾶι πυλαίαι, ἐπὶ Ἡρακλείου ἄρχοντος, ἀργύριον διδόμ[εν].

ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἐπὶ Ἀριστοξένου ἄρχοντος, μηνὸς Ἀπελλαίου, βουλευόντων

5

Καλλίππου, Σακεδάλλου, Αἰγύλου τοῦ Ἱέρωνος, Ἀρισταγόρα μέν ἀφισταμένου τᾶς ναοποιΐας,

Νικομάχου δὲ τοῦ Μενεκράτεος ναοποιέοντος, ἐπιμηνιεύοντος δὲ Φιλολάου Λακεδαιμονίου,

Λαφάρεος Φωκέος, Πασίωνι ἰσχεγάου μνᾶς δέκα, στατῆρας ἑπτά, ὀβολοὺς ἐννέα· Ἁρμοδίωι

χαλκεῖ δεσμῶν μνᾶς ἕξ, στατῆρας δέκα πέντε. ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, ἐπὶ Ἀριστοξένου

ἄρχοντος, μηνὸς Ἡραίου, ὀπωρινᾶι πυλαίαι, ναοποιέοντος Νικομάχου Δελφοῦ, βουλευόντων

10

Καλλίππου, Σακεδάλλου, Αἰγύλου, τοῖς ἐργώναις κελευόντων πάντων τῶν ναοποιῶν,

παρεόντων δὲ ναοποιῶν τῶνδε· Νικομάχου Δελφοῦ, Νικοτέλευς Ἀργείου, Κλεοδώρου Ἀργείου,

Ξενοτίμου Σικυωνίου, Δαμοφάνευς Κορινθίου, Νικοδάμωι ξύλων ποτὶ τὰ μαχανώματα μνᾶς [ἕξ]·

Πασίωνι ἄλλο τοῦ ἰσχεγάου τοῦ αὐτοῦ ἔργου, μνᾶς δέκα, στατῆρας τρεῖς, ὀβολοὺς τρεῖς·

Νικοδάμωι Πασίωνι λατομίας μνᾶς τριάκοντα τέτορας, στατῆρας ἴκατι ἕξ· Πραξίωνι

15

Ἀριστάνδρωι λιθαγωγοῖς μνᾶς δέκα τέτορας, στατῆρας δέκα· Κλεινίαι σκαπέτων στατῆρας

ἴκατι τέτορας, ὀβολοὺς ὀκτώ· Ἀριστίωνι λίθων ἀπαγωγᾶς στατῆρας δέκα· τῶι μαγίρωι

τρία ἡμιωβέλια· ταῦτα ἀπελογιξάμεθα ποτὶ πάντας τοὺς ναοποιοὺς καὶ ἐγένετο

κεφάλωμα τάλαντον, μναῖ ἴκατι δύο, στατῆρες ἴκατι ἕξ, ὀβολοὶ ἐννέα, ἡμιωβέλιον.

μετὰ τὸν λογισμόν, παρεόντων τῶν βουλευτᾶν, ἐπέταξαν τοὶ ναοποιοὶ πάντες τᾶι πόλι τῶν

20

Δελ[φῶ]ν ἀργύριον δόμεν πο[τ]ὶ τὰ ἔργα τὰ ἐγ Κορίνθωι καὶ ἐδώκαμεν τοῖς μὲν ναοποιοῖς εὐθὺς

μνᾶ[ς] τέτορας. τοῦτο δὲ ἐδόθη Λαβώται Δαμοφάνει Κορινθίοις, Ξενοτίμωι Σικυωνίωι.

ἄλλο ἐδώκαμεν Λαβώται Δαμοφάνει Κορινθίοις, Ξενοτίμωι Σικυωνίωι, μνᾶς δέκα.

ἄλλο Νικόμαχον ἀπεπέμψαμεν φέροντα εἰς Κόρινθον τοῖς ναοποιοῖς μνᾶς τέτορας.

κεφάλωμα τοῦ ἔλαβον μετὰ τὸν λογισμὸν οἱ Κορίνθιοι ναοποιοὶ καὶ ὁ Σικυώνιος μνᾶς

25

δέκα ὀκτώ.

[ἀπὸ] τούτου ἀνάλωμα μαχανώματος Χαιρόλαι μνᾶς τέτορας· βολίμου εἰσφορᾶς δραχμαὶ τρεῖς,

[ἡμ]ιωβέλιον· πὸτ τὸ μαχάνωμα λίθων τομᾶς Θεογένει δραχμαὶ πέντε· ἀγωγᾶς τούτων Ἀγάθωνι δραχμαὶ

ἑπτά· βολίμου στάσιος Σατύρωι δραχμά· τριγλύφων δυώδεκα ἀγωγᾶς Χαιρόλαι μναῖ τρεῖς,

στατῆρες ἐννέα· τοπείου Ξένωνι μναῖ τρεῖς, στατῆρες ἴκατι δύο· ἐπιστυλίων ἓξ Χαιρόλαι

30

μναῖ ἕξ, στατῆρες τριάκοντα· βολίμου συνθέσιος ὀβολοὶ δέκα· πινακίοιν ὀβολοὶ τέτορες.

31

ἐπὶ Ἀριστοξένου ἄρχοντος, πυλαίαι ἡρινᾶι, ναοποιοὶ οὐ συνῆλθον· οὐδε ἐπὶ Ἱερίνου ἄρχον-

τος, πυλαίαι ὀπωρινᾶι καὶ ἠρινᾶι, οὐ συνῆλθον· οὐδὲ ἐπὶ Νίκωνος ἄρχοντος, πυλαίαι ὀπωρινᾶι,

ναοποιοὶ οὐ συνῆλθον. ἐπὶ Νίκωνος ἄρχοντος, ἠρινᾶς πυλαίας, ναοποιοὶ συνῆλθον τοίδε·

Ἁγήσαρχος Δελφός, Τηλοκλέας Ἀθηναῖος, Εὔορμος Λοκρός, Νικέας Λοκρός, Θέων Μεγαρεύς,

35

Ἀστίας Ἐπιδαύριος, Φιλόλαος Λακεδαιμόνιος, Καλλιμήδης Κορίνθιος, Θρασύδαμος Κορίν-

θιος Ἐπιχάρης Φωκεύς.

ἐπὶ Νίκωνος ἄρχοντος, ἡρινᾶς πυλαίας, ἁ πόλις ἔδωκε τοῖς ναοποιοῖς τοῖς ἐν τῶι πολέμωι,

πράταν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόντων Λύσωνος, Μαχίδα, Ἀρχε[μ]αχίδα,

προστατευόντων Τηλοκλέος Ἀθηναίου, Ἀστία Ἐπιδαυρίου, στατῆρας πεντήκοντα ὀκτώ,

40

ὀβολοὺς τρεῖς. τοῦτο ἐδόθη τῶι ἀρχιτέκτονι Ξενοδώρωι πὸτ τὸν μισθόν.

ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, δευτέραν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βουλευόν-

των Διοκλέος, Ἡρακλείτου, Δεινομάχου, ἐπὶ Αὐτία ἄρχοντος, τᾶς ὀπωρινᾶς πυλαίας,

τοῖς ναοποιοῖς, προστατευόντων Θέωνος Μεγαρέος, Κυδίμου Ἀθηναίου, Θράσωνος Ἀθηναίου,

Ξενοτίμου Σικυωνίου, Εὐόρμου Λοκροῦ, μνᾶς ἴκατι ἑπτά, στατῆρας ἴκατι πέντε.

45

τούτου ἐδόθη Νικοδάμωι ποτὶ τὸ ἐγ Κίρραι μαχάνωμα καὶ τοῦ χώματος μναῖ τρεῖς, στατῆρες

τριάκοντα δύο, <ὀ>βο<λο>ὶ ἑπτά, ἡμιωβέλιον· Νικοδάμωι σφενδόνας τιμὰν ποτὶ τὸ ἐγ Κίρραι μαχάνω-

μα στατῆρες πεντήκοντα εἷς, ὀβολοὶ τέτορες· Ὀνασίμωι λιθαγωγῶι κατὰ θάλασσαν μναῖ ἴκα-

τι μία, στατῆρες ἴκατι πέντε· Χήρι ἐφόδιον καλευμένωι τοὺς Ἡρέα ἐγγύους στατῆρες δέκα

τέτορες· γραμματιστᾶι στατῆρες πέντε· κάρυκι δραχμαὶ τρεῖς· ζυγάστρου ὀβολοὶ πέντε,

50

ἡμιωβέλιον· πινακίων ὀβολός.

ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, τρίταν δόσιν, ναοποιέοντος Ἁγησάρχου Δελφοῦ, βολευόντων

Κλέωνος τοῦ Τιμοκράτεος, Φειδίλα, Θεοχάριος, Ὀρνιχίδα, ἐπὶ Αὐτία ἄρχοντος, τᾶς ἠρινᾶς,

τοῖς ναοποιοῖς, προστατευόντων Νικίαδου Ἀθηναίου, Δέξιος Κορινθίου, Θράσωνος Φωκέος,

μνᾶς δέκα δύο, στατῆρας ἕξ, ὀβολοὺς τρεῖς· τούτου ἐδόθη Ὀνασίμωι κατὰ θάλασσαν λιθαγωγῶι

55

ποτεθήκαμες πὸτ τὰν δόσιν μνᾶς δέκα μίαν, στατῆρας δέκα πέντε· Νικοδάμωι πίσσας τιμὰ καὶ

τὸ μαχάνωμα πισσῶσαι τὸ ἐγ Κίρραι στατῆρες δέκα, ὀβολοὶ τρεῖς· Χήρι ἐφόδιον καλευμένωι

τοὺς Ἡρέα ἐγγύους στατῆρες δέκα ἕξ.

ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, τετάρταν δόσιν, ναοποιέοντος [Ἁ]γ[ησάρχ]ου Δελ[φο]ῦ,

βουλευόντων Κλέωνος, Κλεινία, Δίωνος, ἐπὶ Θευχάριος ἄρχοντος, τᾶς ὀπωρινᾶς, τοῖς

60

ναοποιοῖς, προστατευόντων Δέξιος Κορινθίου, Ἀστία Ἐπιδαυρίου, Πολυπείθεος Λακεδαι-

μονίου, μνᾶς δύο, στατῆρας ὀκτώ, δραχμάν· τούτου ἐδόθη Ξενοδώρωι ἀρχιτέκτονι μναῖ δύο,

στατῆρες πέντε· Καλλιτέλει τοῦ μαχανώματος ἀκέσιος στατῆρες τρεῖς, δραχμά.

ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, πέμπταν δόσιν, ναοποιέοντος Ἁγησάρχου [Δ]ελφ[οῦ, βο]υλευόντων

Καλλαγόρ[α], Ἀθάνιος, Μένωνος, ἐπὶ Θευχάριος ἄρχοντος, τᾶς ἠρινᾶς, τοῖς ναοποιοῖς,

65

προστατευόντων Ἀγία Λακεδαιμονίου, Μνασικλέος Φλειασίου, μνᾶς τρεῖς· τοῦτο ἐδόθη

τῶι ἀρχιτέκτονι Ξενοδώρωι. ταῦτα ἀπελογιξάμεθα τοῖς ναοποιοῖς τοῖς ἐν τῶι πολέμωι

καὶ ἐγένετο κεφάλωμα ἐν ταῖς πέντε πυλαίαις μναῖ τετρώκοντα ἕξ, στατῆρες ἴκατι ὀκτώ.

σύμπαντος κεφάλωμα οὗ ἀπέδωκε ἁ πόλις τῶν Δελφῶν τοῖς ναοποιοῖς ἀπὸ Ἀργιλίου ἄρχοντος,

τᾶς ἠρινᾶς πυλαίας, εἰς τε εἰς Θεύχαριν ἄρχοντα, εἰς τὰν ἠρινὰν πυλαίαν, ἀργυρίου τάλαντα

70

δύο, μνᾶς ἴκατι ἑπτά, στατῆρας δέκα ἐννέα, ὀβολοὺς ἐννέα, ἡμιωβέλιον.

ἐπὶ Δαμοξένου ἄρχοντος, ὀπωρινᾶς πυλαίας, ἐπεὶ ἁ εἰρήνα ἐγένετο, ναοποιοὶ συνῆλθον·

Σιμυλίων Δελφός, Φρυνώνδας Γυρτώνιος, Εὐαίων Φαρσάλιος, Γενναῖος Φαρσάλιος, Οἰόλυκος

Λαρισαῖος, Ἀριστοφυλίδας Λαρισαῖος, Ἀμύντωρ Φεραῖος, Ἱππίας Πελινναιεύς, Ὀρέστας Κραννών[ι]ος,

Φίλιππος Μακεδών, Τιμανορίδας Μακεδών, Εὐκτήμων Ἀθηναῖος, Ἐπικράτης Ἀθηναῖος, Τέλλη Θη-

75

βαῖος, Προκλῆς Θηβαῖος, Φίλιππος Θηβαῖος, Διαικλῆς Λακεδαιμόνιος, Ἔρασις Λακεδαιμόνιος,

Κλεοσιμένης Λακεδαιμόνιος, Λαβώτας Κορίνθιος, Δαμοφάνης Κορίνθιος, Ξενότιμος Σικυώνιος,

Ἀλκίμαχος Ἀργεῖος, Νοίων Ἀργεῖος, Φίλλις Ἀργεῖος, Μικίων Ἀργεῖος, Τιμύλος Μεγαρεύς, Δεξίας

Ἐπιδαύριος, Τείσανδρος Τροζάνιος, Πυθέας Αἰγινάτας, Τιμασικράτης Περραιβός, Μέντωρ Φλει-

άσιος, Παραμύθιος Χαλκιδεύς, Ἄντοχος Ἀμφισεύς, Δαμοσθένης Ὀπούντιος, Πασίας Θρονιεύς.

80

ἐπὶ Δαμοξένου ἄρχοντος, τᾶς ἠρινᾶς πυλαίας, ἁ πόλις ἔδωκε τοῖς ναοποιοῖς, πράταν δόσιν, ἐπεὶ ἁ εἰ-

ρήνα ἐγένετο, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευόντων τῶν περὶ Γόργιππον, προστα-

τευόντων Εὐαίωνος Φαρσαλίου, Μέντορος Φλειασίου, Ξενοτίμου Σικυωνίου, τρί’ ἡμιμναῖα.

ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, δευτέραν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευ-

όντων Ἱππάρχου, Νικομάχου, ἐπὶ Ἄρχωνος ἄρχοντος, τᾶς ἠρινᾶς πυλαίας, τοῖς ναοποιοῖς,

85

προστατεύοντων Φρυνώνδα Γυρτωνίου, Ἀμύντορος Φεραίου, Λαβώτα Κορινθίου,

τάλαντα τρία, μνᾶς ἴκατι πέντε, στατῆρας ἴκατι πέντε· τούτων τὰ μὲν τρία τάλαντα τοῖς

Τεγεάταις ἔχρησαν ποτὶ τὰν κατασκευὰν τᾶς λιθαγωγίας τᾶς εἰς Δελφούς· ἴκατι δὲ μνᾶς Λαβώται καὶ Δαμοφάνει ποτὶ τὰ

ἔργα τὰ ἐγ Κορίνθωι· Ξενοδώρωι ἀρχιτέκτονι μισθὸς μναῖ πέντε, στατῆρες πέντε· γραμματιστᾶι μισθὸς

στατῆρες ἴκατι.

90

ἐπιστειλάντων τῶν ναοποιῶν πάντων ποτὶ τὰν πόλιν τῶν Δελφῶν διδόμεν χρήματα τοῖς ἐπιμηνιεύουσι τῶν

ναοποιῶν, ἁ πόλις ἔδωκε τῶν Δελφῶν, τρίταν δόσιν, ἐπὶ Κλέωνος ἄρχοντος, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ,

βουλευόντων Ξενοχάρευς, Δαμοτίμου, Θεοαίστου, μηνὸς Ἀπελλαίου, ἐπιμηνιεύοντος Τέλλη Θηβαίου,

Φιλίπ<π>ου Θηβαίου, Πυθέα Αἰγινάτα, μνᾶς δέκα. τοῦτο ἐδόθη Ἀθανογείτονι Βοιωτίωι λατόμωι.

ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, τετάρταν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευόντων Ξενοχάρευς,

95

Δαμοτίμου, Θεοαίστου, ἐπὶ Κλέωνος ἄρχοντος, ὀπωρινᾶς πυλαίας, τοῖς ναοποιοῖς, προστατευόντων Δα[μο]-

φάνευς Κορινθίου, Εὐκτήμονος Ἀθηναίου, Ἀριστοφυλίδα Λαρισαίου, τάλαντα δύο, μνᾶς τριάκοντα· τούτου ἐ[δόθη]

Νικοδάμωι Ἀργείωι καὶ Τηλεφάνει Σικυωνίωι τᾶς περιστάσιος ἐργασίας τάλαντον, μνᾶς πέντε, στατῆρας ἴκ[ατι]·

Χαιρόλαι Κορινθίωι λιθαγωγῶι κατὰ θάλασσαν, τάλαντον· Ἀγαθωνύμωι Κορινθίωι λιθαγωγῶι ἐγ Κορίνθωι

[μ]ναῖ ἑπτά, στατῆρες ἴκατι δύο· Ξενοδώρωι ἀρχιτέκτονι μισθὸν μνᾶς τρεῖς, στατῆρας ἴκατι ἕνα, δραχ[μάν]·

100

[Ν]ικοδάμωι Ἀργείωι λατόμωι μνᾶς δύο, στατῆρας ἕνδεκα· Κάπωνι Βοιωτίωι λατόμωι μνᾶς δύο, στατῆρα[ς]

[ἴ]κατι ἑπτά· Ἀρχετίμωι Κορινθίωι λατόμωι μνᾶν, στατῆρας τρεῖς καὶ δέκα, δραχμάν· Δαμοστράτωι Κορ[ινθίωι]

[λα]τόμωι μνᾶν, στατῆρας τρεῖς καὶ δέκα, δραχμάν· Ἱσμηνίαι Βοιωτίωι λατόμωι μνᾶς τρεῖς, στατῆρας εἴκο[σι],

δραχμάν· κάννας τιμὰ δραχμά.

ἄλλο ἔδωκε ἁ πόλις τῶν Δελφῶν, πέμπταν δόσιν, ναοποιέοντος Σιμυλίωνος Δελφοῦ, βουλευόντων Μαχίδα,

105

Ἀριστομάχου, ἐπὶ Χαιρόλα ἄρχοντος, μηνὸς Βουκατίου, ἐπιμηνιεύοντος Τιμασικράτευς Περραιβοῦ, μν[ᾶν],

στατῆρας δύο· τοῦτο ἐδόθη Νικοδάμωι Ἀργείωι, λατύπας ἐξαγωγᾶς, στατῆρας εἴκοσι, καὶ τοῦ παραδείγμ[ατος]

τᾶς λεοντοκεφαλᾶς, στατῆρες δέκα ἑπτά.

# PH240816