SEG 29:737[2] SEG 30:994 
θεός.
[ἐπ]ὶ γραμματιστᾶ Εὐθέα· {²vac.}²
[Γ]α̣μιλίου· ἔδοξε τᾶι ἐκκλησί-
[α]ι· ἐπειδὲ Ξενοκλῆς καὶ Παυσί-
5μαχος Ἀθηναῖοι ἐμ παντὶ
καιρῶι διατελοῦντι εὔνοοι ὄν-
τες τᾶι πόλει καὶ τοῖς παραγε-
νομένοις τῶν πολιτᾶν εἰς Ἀ-
θήνας· ἔδοξε τᾶι ἐκκλησί-
10αι· Ξενοκλῆ Ἁγνοθέου καὶ
Παυσίμαχον Δημοκλέους Ἀ-
θηναίους προξένους εἶμεν
καὶ εὐεργέτας τᾶς πόλιος
αὐτοὺς καὶ ἐκγόνους· εἶμεν δὲ
15αὐτοῖς καὶ πολιτείαν καὶ γᾶς
καὶ οἰκίας ἔγκτησιν καὶ ἀσυ-
λίαν καὶ πολέμου καὶ εἰράνας
καὶ τὰ λοιπὰ τίμια ὅσα καὶ το[ῖς]
λοιποῖς προξένοις καὶ εὐερ̣-
20γέταις τᾶς πόλιος· τὰν δὲ
βουλὰν διακλαρῶσαι εἰς
ἡμιόγδοον καὶ τριακάδα
καὶ φυλὰν καὶ φάτραν· Διεκλα-
ρώθην· ἡμιογδόου vv ΑΣ vv Ϝ,
25[ἀ]ρχαίας vv φυλᾶς vv Ἀορέων,
[φ]άτρας vv Ομακχιάδας.