IC IV 71 IC IV 72a 
θιοί.
ὄς κ’ ἐλευθέρο̄ι ἒ̄ δο̄́λο̄ι μέλλε̄ι ἀν-
πιμο̄λε̄̀ν, πρὸ δίκας με̄̀ ἄγεν. αἰ δ-
έ κ’ ἄγε̄ι, καταδικακσάτο̄ το̑ ἐλευθέρ-
5ο̄ δέκα στατε̑ρανς, το̑ δο̄́λο̄ πέντ-
ε ὀ̑τι ἄγει καὶ δικακσάτο̄ λαγάσαι
ἐν ταῖς τρισὶ ἀμέραις. α̣ἰ [δέ] κα
με̣̄̀ [λαγ]άσει, καταδικαδδέτο̄ το̑ μὲν
ἐλευθέρο̄ στατε̑ρα, το̑ δο̄́λο̄ [δα]ρκν-
10ὰν τᾶ̣ς̣ ἀμέρας ϝεκάστας, πρίν κα λα-
γάσει· το̑ δὲ κρόνο̄ τὸν δι[κ]αστ-
ὰν ὀμ̣νύντα κρίνεν. {²palmula}² αἰ δ’ ἀννίοιτο
με̄̀ ἄγεν, τὸν δικαστὰν ὀμνύντ-
α κρ[ί]νεν αἰ με̄̀ ἀποπο̄νίοι μαῖτυς.
15αἰ δέ κα μο̄λε̑ι ὀ μὲν ἐλεύθερ̣ον
ὀ δ[ὲ δ]ο̑λον, κάρτονανς ἔ̄με̄ν
[ὄτερο]ί κ’ ἐλεύθερον ἀποπο̄νίο̄ν-
τι. αἰ δέ κ’ ἀνπὶ δο̄́λο̄ι μο̄λίο̄ντι
πο̄νίοντες ϝὸν ϝεκάτερος ἔ̄μ-
20ε̄ν, αἰ μέν κα μαῖτυς ἀποπο̄νε̑ι, κ-
ατὰ τὸν μαίτυρα δικάδδεν, αἰ
δέ κ’ ἒ̄ ἀνποτέροις ἀποπο̄νίο̄ντι
ἒ̄ με̄δατέρο̄ι, τὸν δικαστὰν ὀ-
μνύντα κρίνεν. ἐ̑ δέ κα νικαθε̑ι ὀ
25ἔκο̄ν, τὸμ μὲν ἐλεύθερον λαγ-
άσαι τᾶν πέ[ν]τ’ ἀμερᾶν, τὸν δὲ δο̑-
λο[ν] ἐς κε̑ρανς ἀποδόμε̄ν. αἰ δέ
κα με̄̀ λαγάσει ἒ̄ με̄̀ ἀποδο̑ι, δικακ-
σάτο̄ νικε̑ν το̑ μὲν ἐλευθέρο̄
30πεντε̄́κοντα στατε̑ρανς καὶ σ-
τατε̑ρα τᾶς ἀμέρας ϝεκάστ-
ας, πρίν κα λαγάσει, το̑ δὲ δο̄́λο̄
δέκα στατε̑ρανς καὶ δαρκνὰν
τᾶς ἀμέρας ϝεκάστας, πρίν κ’ ἀ-
35ποδο̑ι ἐς κε̑ρανς. ἐ̑ δέ κα καταδι-
κάκσει ὀ δικαστάς, ἐνιαυτο̑ι π-
ράδδεθθαι τὰ τρίτρα ἒ̄ μεῖον,
πλίον δὲ με̄́· το̑ δὲ κρόνο̄ τὸν δι-
καστὰν ὀμνύντα κρίνεν. αἰ δέ
40κα ναεύε̄ι ὀ δο̑λος ὀ̑ κα νικαθε̑-
ι, καλίο̄ν ἀντὶ μαιτύρο̄ν δυο̑ν δ-
ρομέο̄ν ἐλευθέρο̄ν ἀποδεικσάτ-
ο̄ ἐπὶ το̑ι ναο̑ι ὄπε̄ κα ναεύε̄ι ἒ̄ α-
ὐτὸς ἒ̄ ἄλος πρὸ τούτο̄· αἰ δέ
45κα με̄̀ καλε̑ι ἒ̄ με̄̀ δείκσει, κατισ-
[τάτ]ο̄ τὰ ἐγ̣[ρα]μένα. αἰ δέ κα με̄δ’
αὐτὸν ἀποδο̑ι ἐν το̑ι ἐνιαυτο̑ι,
τὰνς ἀπλόονς τ[ι]μὰνς ἐπικατ-
αστασεῖ. vac. αἰ δέ κ’ ἀποθάνε̄ι μ-
50ο̄λιομένας τᾶδ δί[κ]α̣ς, τὰν ἀπλ-
όον τιμὰν κατ<α>στασεῖ. vac. αἰ δ-
έ κα κοσ̣[μ]ίο̄ν ἄγε̄ι ἒ̄ κοσμίοντο-
ς ἄλλος, ἐ̑ κ’ ἀποστᾶι, μο̄λέν, καἴ κ-
α νικαθε̑ι, κατιστάμεν ἀπ[ὸ ἆ]ς
55[ἀμέρα]ς ἄγαγε τὰ ἐγραμένα. vac.
[τ]ὸ̣ν δὲ νενικαμένον̣ κα[ὶ τὸν κα]-
col II.1τακείμενον ἄγοντι ἄπατον
ἔ̄με̄ν. vac. αἴ κα τὸν ἐλεύθερον ἒ̄
τὰν ἐλευθέραν κάρτει οἴπε̄ι, ἐκα-
τὸν στατε̑ρανς καταστασεῖ· α-
5ἰ δέ κ’ ἀπεταίρο̄, δέκα· αἰ δέ κ’ ὀ δο̑λο-
ς τὸν ἐλεύθερον ἒ̄ τὰν ἐλευθέρα-
ν, διπλεῖ καταστασεῖ· αἰ δέ κ’ ἐλε-
ύθερος ϝοικέα ἒ̄ ϝοικέαν, πέντε
δαρκνάνς· αἰ δέ κα ϝοικεὺς ϝοικέα
10ἒ̄ ϝοικέαν, π[έν]τε στατε̑ρανς. vac.
ἐνδοθιδίαν δο̄́λαν αἰ κάρτει δαμ-
άσαιτο, δύο στατε̑ρανς κατασ-
τασεῖ· αἰ δέ κα δεδαμ̣ν[α]μέναν, πε-
δ’ ἀμέραν̣, [ὀ]δελόν, αἰ δέ κ’ ἐν νυτ-
15τί, δύ’ ὀδελόνς· ὀρκιο̄τέραν δ’ ἔ̄-
με̄ν τὰν δο̄́λαν. vac. αἴ κα τὰν ἐ-
λευθέραν ἐπιπε̄ρε̑ται οἴπεν ἀκε-
ύοντος καδεστᾶ, δέκα στατε̑-
ρανς καταστασεῖ αἰ ἀποπο̄νίο-
20ι μαῖτυς. vac. αἴ κα τὰν ἐλευθέραν
μοικίο̄ν αἰλεθε̑ι ἐν πατρὸς ἒ̄ ἐν ἀ-
δελπιο̑ ἒ̄ ἐν το̑ ἀνδρός, ἐκατὸν
στατε̑ρανς καταστασεῖ· αἰ δέ κ’ ἐ-
ν ἄλο̄, πεντε̄́κοντα· αἰ δέ κα τὰν
25το̑ ἀπεταίρο̄, δέκα· αἰ δέ κ’ ὀ δο̑λος τὰ-
ν ἐλευθέραν, διπλεῖ καταστασε-
ῖ· vac. αἰ δέ κα δο̑λος δο̄́λο̄, πέν-
τε. προϝειπάτο̄ δὲ ἀντὶ μαιτ-
ύρο̄ν τριο̑ν τοῖς καδεσταῖ-
30ς το̑ ἐναιλεθέντος ἀλλύεθ̣-
θαι ἐν ταῖς πέντ’ ἀμέραις· vac.
το̑ δὲ δο̄́λο̄ το̑ι πάσται ἀντὶ
μαιτύρο̄ν δυο̑ν. vac. αἰ δέ κα μ-
ε̄̀ ἀλλύσεται, ἐπὶ τοῖς ἐλόν-
35σι ἔ̄με̄ν κρε̑θθαι ὄπαι κα λε-
ίο̄ντι. vac. αἰ δέ κα πο̄νε̑ι δολο̄́-
σαθθαι, ὀμόσαι τὸν ἐλό-
ντα το̑ πεντε̄κονταστατε̄́-
ρο̄ καὶ πλίονος πέντον αὐ-
40τὸν ϝὶν αὐτο̑ι ϝέκαστον ἐπ-
αριόμενον, το̑ δ’ ἀπεταίρο̄
τρίτον α̣ὐ̣τὸν, το̑ δὲ ϝοικέ-
ος τὸν πάσταν ἄτερον αὐτ-
ὸν μοικίοντ’ ἐλέν, δολο̄́σαθ-
45θαι δὲ με̄́. vac. αἴ κ’ ἀνε̄̀ρ [κ]α̣ὶ γ̣υ̣-
νὰ διακρ[ί]νο̄ν[τ]αι, τὰ ϝὰ α-
ὐτᾶς ἔκεν, ἄτι ἔκονσ’ ἐ̑ιε π-
ὰρ τὸν ἄνδρα, καὶ το̑ καρπο̑ τ-
ὰννε̄μίναν, αἴ κ’ ἐ̑ι ἐς το̑ν ϝο̑-
50ν αὐτᾶς κρε̄μάτο̄ν, κὀ̑τι
κ̣’ ἐνυπά̣νει τὰν [ε̄̓μίνα]ν ἄτι
κ’ ἐ̑ι, καὶ πέντε στατε̑ρανς, αἴ κ’ ὀ ἀ-
νε̄̀ρ αἴτιος ἐ̑ι τᾶς κ̣ε̣̄[ρ]εύσι-
ος· α[ἰ] δ̣ὲ πο̄νίοι ὀ ἀ̣ν̣ε̄̀ρ [αἴτι]-
55[ος με̄̀ ἔ̄]με̄ν, τὸν δικαστὰν
col III.1ὀμνύντα κρίνεν. αἰ δέ τι ἄλλ-
ο πέροι το̑ ἀνδρός, πέντε στ-
ατε̑ρανς καταστασεῖ κὄ̄τι
κα πέρε̄ι αὐτόν, κὄ̄τι κα παρ-
5έλε̄ι ἀποδότο̄ αὐτόν. ὀ̑ν δέ κ’
ἐκσαννε̄́σεται δικάκσαι τ-
ὰν γυναῖκ’ ἀπομόσαι τὰν Ἄρ-
τεμιν πὰρ Ἀμυκλαῖον πὰρ τὰν
Τοκσίαν. ὄτι δέ τίς κ’ ἀπομο-
10σάνσαι παρέλε̄ι, πέντε στατ-
ε̑ρανς καταστασεῖ καὶ τὸ κρ-
έος αὐτόν. vac. αἰ δέ κ’ ἀλλόττρι-
ος συνεσάδδε̄ι, δέκα στ[ατ]ε̑-
ρανς καταστασεῖ, το̑ δὲ κρε̄́-
15ιος διπλεῖ ὄτι κ’ ὀ δικαστὰς
ὀμόσει συνεσσάκσαι. vac.
αἰ ἀνε̄̀ρ ἀποθάνοι τέκνα κατ-
αλιπο̄́ν, αἴ κα λε̑ι ἀ γυνά, τὰ ϝὰ
αὐτᾶς ἔκονσαν ὀπυίεθθα-
20ι κἄτι κ’ ὀ ἀνε̄̀δ δο̑ι κατὰ τὰ ἐγ-
ραμμένα ἀντὶ μαιτύρο̄ν τρ-
ιο̑ν δρομέο̄ν ἐλευθέρο̄ν· αἰ
δέ τι το̑ν τέκνο̄ν πέροι, ἔνδι-
κον ἔ̄με̄ν. vac. αἰ δέ κα ἄτεκνον
25καταλίπε̄ι, τά τε ϝὰ αὐτᾶς ἔκε-
ν κὀ̑τ[ι] κ’ ἐ̣ν̣[υ]π̣ά̣ν̣ε̣ι [τ]ὰ̣ν ε̄̓μίν-
αν καὶ̣ [τ]ο̑ καρπ[ο̑] τ̣ο̑ ἔνδ[ο]θεν π-
εδὰ το̑ν ἐπιβαλλόντ[ο̄ν] μοῖρα-
ν λακὲν̣ καἴ τί κ’ ὀ ἀνε̄̀δ δο̑ι ἆι ἔγ-
30ρατται· αἰ δέ τι ἄλλο πέροι, ἔν-
δικον ἔ̄με̄ν. vac. αἰ δὲ γυνὰ ἄτεκ-
νος ἀποθάνοι, τά τε ϝὰ
αὐτᾶς τοῖς ἐπιβάλλονσι ἀπ-
οδόμε̄ν κὀ̑τι ἐνύπανε τὰν ε̄̓-
35μίναν καὶ το̑ καρπο̑, αἴ κ’ ἐ̑ι ἐς
το̑ν ϝο̑ν αὐτᾶς, τὰν ε̄̓μίνα-
ν. κόμιστρα αἴ κα λε̑ι δόμε̄ν
ἀνε̄̀ρ ἒ̄ γυνά, ἒ̄ ϝε̑μα ἒ̄ δυο̄́δεκ-
α στατε̑ρανς ἒ̄ δυο̄́δεκα στατ-
40ε̄́ρο̄ν κρέος, πλίον δὲ με̄́.vac. αἴ κ-
α ϝοικέος ϝοικέα κριθε̑ι δο̄ο̑
ἒ̄ ἀποθανόντος, τὰ ϝὰ αὐτᾶ-
ς ἔκεν· ἄλλο δ’ αἴ τι πέροι, ἔνδ-
ικον ἔ̄με̄ν. vac. αἰ τέκοι γυνὰ κ-
45ε̄[ρ]ε[ύο]νσα̣, ἐπελεῦσαι το̑ι ἀ-
νδρὶ ἐπὶ στέγαν ἀντὶ μαιτ-
ύρο̄ν τριο̑ν. αἰ δὲ με̄̀ δέκσαι-
το, ἐπὶ τᾶι ματρὶ ἔ̄με̄ν τὸ τέκ-
νον ἒ̄ τράπεν ἒ̄ ἀποθέμε̄ν· ὀρκ-
50ιο̄τέροδ δ’ ἔ̄με̄ν τὸς καδεστ-
ὰνς καὶ τὸς μαίτυρανς, αἰ
ἐπε̄́λευσαν. vac. αἰ δὲ ϝοικέα τέ-
κοι κε̄ρεύονσα, ἐπελεῦσαι
το̑ι πάσται το̑ ἀνδρός, ὂς ὄ̄-
55πυιε, ἀντὶ μαιτύρο̄ν δ̣[υ]ο̑ν.
col IV.1αἰ δέ κα με̄̀ δέκσεται, ἐπὶ το̑ι
πάσται ἔ̄με̄ν τὸ τέκνον το̑ι τ-
ᾶς ϝοικέας. αἰ δὲ το̑ι αὐτο̑ι αὖ-
τιν ὀπυίοιτο πρὸ το̑ ἐνιαυτ-
5ο̑, τὸ παιδίον ἐπὶ το̑ι πάσται
ἔ̄με̄ν το̑ι το̑ ϝοικέος. κο̄̓ρκιο̄́-
τερον ἔ̄με̄ν τὸν ἐπελεύσαν-
τα καὶ τὸς μαίτυρανς. vac. γ-
υνὰ κε̄ρεύονσ’ αἰ ἀποβάλοι
10παιδίον πρὶν ἐπελεῦσαι κατ̣-
ὰ τὰ ἐγραμμένα, ἐλευθέρο̄ μ-
ὲν καταστασεῖ πεντε̄́κοντα
στατε̑ρανς, δο̄́λο̄ πέντε καὶ ϝ-
ίκατι, αἴ κα νικαθε̑ι. ὀ̑ι δέ κα μ-
15ε̄̀ ’ί[ε̄] τ̣ις ’τέγα ὄπυι ἐπελευσε-
ῖ, ἒ̄ αὐτὸν με̄̀ ὀρε̑ι, αἰ {αι} ἀποθ-
είε̄ τὸ παιδίον, ἄπατον ἔ̄με̄ν.
vac. αἰ κύσαιτο καὶ τέκοι ϝοικ-
έα με̄̀ ὀπυιομένα, ἐπὶ το̑ι το̑
20πατρὸς πάσται ἔ̄με̄ν τὸ τ-
έκνον· αἰ δ’ ὀ πατε̄̀ρ με̄̀ δο̄́οι, ἐ-
πὶ τοῖς το̑ν ἀδελπιο̑ν πάσ-
ταις ἔ̄με̄ν. vac. τὸν πατέρα το̑ν
τέκνο̄ν καὶ το̑ν κρε̄μάτο̄ν κ-
25αρτερὸν ἔ̄με̄ν τᾶδ δαίσιος
καὶ τὰν ματέρα το̑ν ϝο̑ν αὐ-
τᾶς κρε̄μάτο̄ν. ἆς κα δο̄́ο̄ντι,
με̄̀ ἐπάνανκον ἔ̄με̄ν δατε̑-
θθαι· αἰ δέ τις ἀταθείε̄, ἀποδ-
30άτταθθαι το̑ι ἀταμένο̄ι ἆ-
ι ἔγρατται. ἐ̑ δέ κ’ ἀποθάνε̄ι τις,
’τέγανς μὲν τὰνς ἐν πόλι κἄ-
τι κ’ ἐν ταῖς ’τέγαις ἐνε̑ι αἶ-
ς κα με̄̀ ϝοικεὺς ἐνϝοικε̑ι ἐπ-
35ὶ κο̄́ραι ϝοικίο̄ν καὶ τὰ πρόβατα κα-
ὶ καρταί̣ποδα ἄ κα με̄̀ ϝοικέος ἐ̑ι,
ἐπὶ τοῖς υἰάσι ἔ̄με̄ν, τὰ δ’ ἄλ-
λα κρε̄́ματα πάντα δατε̑θθα-
ι καλο̑ς, καὶ λανκάνεν τὸς μ-
40ὲν υἰύνς, ὀπόττοι κ’ ἴο̄ντι, δύ-
ο μοίρανς ϝέκαστον, τὰδ δ-
ὲ θυγατέρανς, ὀπότται κ’ ἴο̄ν-
τι, μίαν μοῖραν ϝεκάσταν. δ̣-
ατε̑θ[θ]αι δὲ καὶ τὰ ματρο̑ια, ἐ̑
45κ’ ἀποθά̣[νε̄]ι, ἆιπερ τὰ [πατρο̑]ι’
ἔγ̣[ρατ]ται. αἰ δὲ κρε̄́ματα με̄̀ εἴ-
ε̄, στέγα δέ, λακὲν τὰθ θ[υ]γατέ-
ρας ἆι ἔγρατται. vac. αἰ δέ κα λε̑-
ι ὀ πατε̄̀ρ δο̄ὸς ἰο̄̀ν δόμε̄ν τᾶ-
50ι ὀπυιομέναι, δότο̄ κατὰ τ-
ὰ ἐγραμμένα, πλίονα δὲ με̄́. vac.
ὀτείαι δὲ πρόθθ’ ἔδο̄κε ἒ̄ ἐπέσ-
πενσε, ταῦτ’ ἔκεν, ἄλλα δὲ με̄̀
ἔτι το̣̑ν̣ π[α]τρο̄́ι[ο̄]ν [κ]ρ̣ε̄́[ματ’]
col V.1ἀπολαν[κά]νεν. γυνὰ ὀ[τ]εία κ-
ρε̄́ματα με̄̀ ἔκει ἒ̄ [πα]τρὸδ δό-
ντος ἒ̄ ἀ̣[δ]ελπιο̑ ἒ̄ ἐπισπέν-
σαντος ἒ̄ ἀπολα[κ]όνσα ἆ-
5ι ὄκ’ ὀ Αἰθ[α]λεὺς ’ταρτὸς ἐκόσ-
μιον οἰ σὺν Κύ[λ]λ̣ο̄ι, ταύτ-
ας μὲν ἀ̣π̣ολανκάνεν, ταῖ-
δ δὲ πρόθθα με̄̀ ἔ[ν]δικον ἔ̄μ-
ε̄ν. #⁹⁰⁰ ἐ̑ κ’ ἀποθάνε̄ι ἀνε̄̀ρ ἒ̄ γυν-
10ά, αἰ μέν κ’ ἐ̑ι τέκ̣ν̣α ἒ̄ ἐς τέ-
κνο̄ν τέκν̣α̣ ἒ̄ ἐς τούτο̄ν τέ-
κνα, τούτος ἔκε[ν] τὰ κρε̄́μα-
τα. {²palmula}² αἰ δέ κα̣ με̄́τις ἐ̑ι τούτο̄-
ν, ἀ{α}δελπιοὶ {²⁶ἀδελπιοὶ}²⁶ δὲ το̑ ἀποθανόν-
15τος κε̄̓κς ἀδε[λ]πιο̑ν τέκν-
α ἒ̄ ἐς τούτο̄ν τέκνα, τούτ-
ος ἔκεν τὰ κρε̄́ματα. {²palmula}² αἰ δέ κα
με̄́τις ἐ̑ι τούτο̄ν, ἀδευπιαὶ δ-
ὲ το̑ ἀποθανόντος κε̄̓ς ταυτ-
20ᾶν τέκνα ἒ̄ ἐς το̑ν τέκνο̄ν τέ-
κνα, τούτος ἔκεν τὰ κρε̄́μα-
τα. {²palmula}² αἰ δέ κα με̄́τις ἐ̑ι τούτο̄ν,
οἶς κ’ ἐπιβάλλε̄ι ὄπο̄ κ’ ἐ̑ι τὰ κρ-
ε̄́ματα̣, τούτος ἀναιλε̑θθα-
25ι. {²palmula}² αἰ δὲ με̄̀ εἶεν ἐπιβάλλοντε-
ς, τᾶς ϝοικίας οἴτινές κ’
ἴο̄ντι ὀ κλᾶρος, τούτονς ἔ-
κεν τὰ κρε̄́ματα. vac. αἰ δέ κ’ οἰ
ἐπιβάλλοντες οἰ μὲν λεί-
30ο̄ντι δατε̑θθαι τὰ κρε̄́ματ-
α, οἰ δὲ με̄́, δικάκσαι τὸν δι-
καστὰν ἐπὶ τοῖλ λείονσι δ-
ατε̑θθαι ἔ̄με̄ν τὰ κρε̄́ματα π-
άντα πρίν κα δάττονται. vac.
35αἰ δέ κα δικάκσαντος το̑ δ-
ικαστᾶ κάρτει ἐνσείε̄ι ἒ̄ ἄ-
γε̄ι ἒ̄ πέρε̄ι, δέκα στατε̑ραν-
ς καταστασεῖ καὶ το̑ κρε̄́ι-
ος διπλεῖ. vac. τνατο̑ν δὲ καὶ καρ-
40πο̑ καὶ ϝε̄́μας κἀνπιδε̄́μας κ-
ε̄̓πιπολαίο̄ν κρε̄μάτο̄ν αἴ κα μ-
ε̄̀ λείο̄ντι δατε̣̄́θ̣[θαι, τὸ]ν̣ δ̣-
[ικαστ]ὰν ὀμνύντα κρῖνα-
ι πορτὶ τὰ μο̄λιόμενα. vac. [α]ἰ [δ]-
45έ κα κρε̄́ματα δατιόμενοι
με̄̀ συνγιγνο̄́σκο̄ντι ἀν-
πὶ τὰν δαῖσιν, ο̄̓νε̑ν τὰ κρε̄́μ-
ατα· κὄ̄ς κα πλεῖστον διδ-
ο̑ι ἀποδόμενοι τᾶν τιμᾶν
50δια[λ]ακόντο̄ν τὰν ἐπαβο-
λὰν ϝέκαστος. {²palmula}² δατιομέ-
νοιδ δὲ κρε̄́ματα μαίτυρα-
νς παρε̄́με̄ν δρομέανς ἐλε-
υθέρονς τρίινς ἒ̄ πλίανς.
col VI.1θυγατρὶ ἐ̑ διδο̑ι, κατὰ τὰ αὐτ-
ά. vac. ἆς κ’ ὀ πατε̄̀δ δο̄́ε̄ι, το̑ν το̑ π-
ατρὸς κρε̄μάτο̄ν πὰρ υἰέος
με̄̀ ο̄̓νε̑θθαι με̄δὲ καταθίθ-
5εθθαι· ἄτι δέ κ’ αὐτὸς πάσετ-
αι ἒ̄ ἀπολάκε̄ι ἀποδιδόθθο̄,
αἴ κα λε̑ι. με̄δὲ τὸν πατέρα τὰ το̑-
ν τέκνο̄ν ἄτι κ’ αὐτοὶ πάσον-
ται ἒ̄ ἀπολάκο̄ντι. {²palmula}² με̄δὲ τὰ τ-
10ᾶς γυναικὸς τὸν ἄνδρα ἀπο-
δόθαι με̄δ’ ἐπισπένσαι, με̄δ’
υἰὺν τὰ τᾶς ματρός. vac. αἰ δ-
έ τις πρίαιτο ἒ̄ καταθεῖτο ἒ̄ ἐ-
πισπένσαιτο, ἀλλᾶι δ’ ἔγρατ-
15[τα]ι, ἆι τάδε τὰ γράμματα ἔγ-
[ρ]α̣[τται, τὰ] μ[ὲ]ν
κρε̄́ματα ἐπὶ τᾶι ματρὶ ἔ̄μ-
ε̄ν κ’ ἐπὶ τᾶι γυναικί, ὀ δ’ ἀπο-
δόμενος ἒ̄ καταθὲνς ἒ̄ ἐπι-
20σπένσανς το̑ι πριαμένο̄ι
ἒ̄ καταθεμένο̄ι ἒ̄ ἐπισπεν-
σαμένο̄ι διπλεῖ καταστα-
σεῖ καἴ τί κ’ ἄλλ’ ἄτας ἐ̑ι, τὸ ἀπ-
λόον· το̑ν δὲ πρόθθα με̄̀ ἔν-
25δικον ἔ̄με̄ν. vac. αἰ δέ κ’ ὀ ἀντίμ-
ο̄λος ἀπομο̄λε̑ι ἀνπὶ τὸ κρ-
έος ὀ̑ι κ’ ἀνπιμο̄λίο̄ντι μ-
ε̄̀ ἔ̄με̄ν τᾶς ματ[ρ]ὸς ἒ̄ τᾶ-
ς γυναικός, μο̄λὲν ὄπε̄ κ’ ἐπ-
30ιβάλλε̄ι, πὰρ το̑ι δικαστᾶι
ἐ̑ ϝεκάστο̄ ἔγρατται. vac. αἰ δέ κ’ ἀ-
ποθάνε̄ι μάτε̄ρ τέκνα καταλιπό-
νσα, τὸν πατέρα καρτερὸν ἔ̄με̄ν
το̑ν ματρο̄ίο̄ν, ἀποδόθαι δὲ με̄̀
35με̄δὲ καταθέμε̄ν, αἴ κα με̄̀ τὰ τέκ-
να ἐπαινε̄́σει δρομέες ἰόντες.
[α]ἰ δέ τις ἀλλᾶι πρίαιτο ἒ̄ κατα-
θεῖτο, τὰ μὲν κρε̄́ματα ἐπὶ τοῖ-
ς τέκνοις ἔ̄με̄ν, το̑ι δὲ πριαμ-
40ένο̄ι ἒ̄ καταθεμένο̄ι τὸν ἀποδ-
όμενον ἒ̄ τὸν καταθέντα τὰν
διπλείαν καταστᾶσαι τᾶς τ-
ιμᾶς, καἴ τί κ’ ἄλλ’ ἄτας ἐ̑ι, τὸ ἀ-
πλόον. αἰ δέ κ’ ἄλλαν ὀπυίε̄ι, τὰ τ-
45έκνα̣ [το̑]ν [μ]α̣τρο̄ίο̄ν καρτερὸν-
<ς> ἔ̄με̄ν. vac. αἰ κ’ ἐδδυσ̣[άμενον] πέ-
ρα̣[νδε] ἐκς ἀλλοπολίας ὐπ’ ἀν-
άνκας ἐκόμενος κελομένο̄ τι-
ς λύσεται, ἐπὶ το̑ι ἀλλυσαμέν-
50ο̄ι ἔ̄με̄ν πρίν κ’ ἀποδο̑ι τὸ ἐπιβά-
λλον. αἰ δέ κα με̄̀ ὀμολογίο̄ντ-
ι ἀμπὶ τὰν πλε̄θὺν ἒ̄ με̄̀ [κ]ελομέ-
[ν]ο̄ αὐτο̑ [λ]ύσαθθαι, τὸν δικασ-
τὰν ὀμνύντα κρίνεν πορτὶ τὰ
55μο̄λιόμενα. το̑ ἐλευθέρο̄ τὸν
δ̣ε [— — — — αἴ κ’ ὀ δο̑λος]
col VII.1ἐπὶ τὰν ἐλευθέραν ἐλθο̄̀ν ὀπυίε̄ι,
ἐλεύθερ’ ἔ̄με̄ν τὰ τέκνα. αἰ δέ κ’
ἀ ἐλευθέρα ἐπὶ τὸν δο̑λον, δο̑λ’ ἔ̄μ-
ε̄ν τὰ τέκνα. {²palmula}² αἰ δέ κ’ ἐς τᾶς αὐτ-
5ᾶς ματρὸς ἐλεύθερα καὶ δο̑λα
τέκνα γένε̄ται, ἐ̑ κ’ ἀποθάνε̄ι ἀ
μάτε̄ρ, αἴ κ’ ἐ̑ι κρε̄́ματα, τὸνς ἐλε-
υθέρονς ἔκεν. αἰ δ’ ἐλευθέροι
με̄̀ ἐκσεῖεν, τὸνσς ἐπιβάλλον-
10τανς ἀναιλε̑θαι. vac. α[ἴ] κ’ ἐκς ἀγ-
ορᾶς πρ[ι]ά̣μενος δο̑λον με̄̀ π-
εραιο̄́σει τᾶν ϝεκσε̄́κοντ’ ἀμ-
ερᾶν, αἴ τινά κα πρόθ’ ἀδικε̄́-
κε̄ι ἒ̄ ὔστερον, το̑ι πεπαμέν-
15ο̄ι ἔνδικον ἔ̄με̄ν. vac. τὰμ πα-
[τ]ρο̄ι[ο̑]κον̣ ὀπυίεθαι ἀδελπι-
ο̑ι το̑ πατρὸς το̑ν ἰόντο̄ν το̑ι
πρειγ[ί]στο̄ι. αἰ δέ κα πλίες πατ-
ρο̄ιο̑κοι ἴο̄ντι κἀδελπι[ο]ὶ το̑ πα-
20τρός, [τ]ο̑ι ἐπιπρειγίστο̄ι ὀπυί-
εθαι. αἰ δέ κα με̄̀ ἴο̄ντι ἀδ̣ελπιο-
ὶ το̑ π[α]τρός, υἰέεδ δὲ ἐκς ἀδελ-
πιο̑ν, ὀπυίεθαι ἰο̑ι το̑ι [ἐ]ς το̑ π-
ρειγίστο̄. αἰ δέ κα πλίες ἴο̄ντ-
25ι πατρο̄ιο̑κοι κυἰέες ἐκς ἀδε-
λπιο̑ν, ἄλλο̄ι ὀπυίεθαι το̑ι ἐπ-
ὶ το̑ι ἐς [τ]ο̑ πρειγ̣[ί]στο̄. μίαν δ’
ἔκεν πατρο̄ι[ο̑]κον τὸν ἐπιβάλ-
λοντα, πλίαδ δὲ [μ]ε̄́. #⁹⁰⁰ ἆδ δέ κ’ ἄν-
30ο̄ρος ἐ̑ι ὀ ἐπιβ̣άλλο̄ν ὀπυίεν ἒ̄
ἀ πατρο̄ιο̑κος, [σ]τέγαν μέν, αἴ
κ’ ἐ̑ι, ἔκεν τὰν πατρο̄ιο̑κον, τᾶδ
δ’ ἐπικαρπίας παντὸς τὰν ε̄̓μ-
ίναν ἀπολανκάνεν τὸν ἐπιβ-
35άλλοντα ὀπυίεν. vac. αἰ δέ κ’ ἀπό-
δρομος ἰο̄̀ν ὀ ἐπιβάλλο̄ν ὀπυ-
ίεν ε̄̓βίο̄ν ε̄̓βίονσαν με̄̀ λε̑ι ὀπ-
υίεν, ἐπὶ τᾶι πατρο̄ιο̄́κο̄ι ἔ̄με̄-
ν τὰ κρε̄́ματα πάντα καὶ τὸν κ-
40αρπόν, πρείν κ’ ὀπυίε̄ι. #⁹⁰⁰ αἰ δέ κα
δρομεὺς ἰο̄̀ν ὀ ἐπιβάλλο̄ν ε̄̓-
βίονσαν λείονσαν ὀπυίε-
θαι με̄̀ λε̑ι ὀπυίεν, μο̄λε̄̀ν τὸς
καδεστὰνς τὸς τᾶς πατρο̄ι-
45ο̄́κο̄, ὀ δὲ δικασ̣τὰ̣[ς] δικ[α]κ̣σ̣[ά]-
το̄ ὀπυίεν ἐν τοῖς δ[υ]οῖς με̄-
νσί. αἰ δέ κα με̄̀ ὀπυίε̄ι ἆι ἔγρα-
ται, τὰ κρε̄́ματα πάντ’ ἔκονσα-
ν, αἴ κ’ ἐ̑ι ἄλλος, το̑ι ἐπιβάλλοντ-
50ι· vac. αἰ δ’ ἐπιβάλλο̄ν με̄̀ εἴε̄, τᾶς
πυλᾶς το̑ν αἰτιόντο̄ν ὄτιμ-
ί κα λε̑ι ὀπυίεθ̣αι. vac. αἰ δέ κα το̑-
ι ἐπιβάλλοντι ε̄̓βίονσα με̄̀ λε̑-
ι ὀπυίεθαι ἒ̄ ἄνο̄ρος ἐ̑ι ὀ ἐπιβ-
55άλ[λ]ο̄ν [κα]ὶ μ[ε̄̀ λε̑ι μέν]εν
col VIII.1ἀ πατρο̄ιο̑κος, στέγαμ μέν,
αἴ κ’ ἐ̑ι ἐν πόλι, τὰμ πατρο̄ιο̑κο-
ν ἔκεν κἄτι κ’ ἐνε̑ι ἐν τᾶι στέγ-
αι, το̑ν δ’ ἄλλο̄ν τὰν ε̄̓μί<ν>αν δ-
5ιαλακόνσαν ἄλλο̄ι ὀπυίεθ-
αι τᾶς πυλᾶς το̑ν αἰτιόντο̄ν
ὄτιμί κα λε̑ι. vac. ἀποδατε̑θαι δ-
ὲ το̑ν κρε̄μάτο̄ν ἰο̑ι. #⁹⁰⁰ αἰ δὲ με̄̀
εἶεν ἐπιβάλλοντες τᾶι {παι} π-
10ατρο̄ιο̄́κο̄ι ἆ[ι ἔ]γρατται, τὰ κρ-
ε̄́ματα πάντ’ ἔκ[ον]σαν τᾶς πυ-
λᾶς ὀπυίεθ[α]ι ὄτιμί κα λε̑ι.
#⁹⁰⁰ αἰ δὲ τᾶς πυλ[ᾶ]ς με̄́τι<ς> λε-
ίοι ὀ̣[π]υίεν, τὸς καδεστὰνς
15τὸς τᾶς πατρο̄ιο̄́κο̄ ϝεί̣π̣αι κ-
ατὰ [τὰν πυλ]ὰν ὄτι οὐ λ̣[ε̑ι ὀ]πυ-
ίεν τις; καἰ μὲν τίς κ̣’ [ὀ]πυίε̄ι ἐ-
ν ταῖς τριάκοντα ἐ̑ κα ϝείπον-
τι· αἰ δὲ μ<ε̄́>, ἄλλο̄ι ὀπυίεθαι ὄτι-
20μί κα νύναται. vac. αἰ δέ κα πατρὸ-
ς δόντος ἒ̄ ἀδελπιο̑ πατρο̄ιο̑-
κος γένε̄ται, αἰ λείοντος ὀπ-
υίεν ὀ̑ι ἔδο̄καν με̄̀ λείοι ὀπυ-
ίεθαι, αἴ κ’ ἐστετέκνο̄ται, δια-
25λακόνσαν το̑ν κρε̄μάτο̄ν ἆι ἔ-
γρατται [ἄλλ]ο̄ι ὀπυιέθ[ο̄ τᾶ]ς̣ π̣-
υλᾶ[ς]. vac. αἰ δὲ τέκνα με̄̀ εἴε̄, πάντ’
ἔκονσαν το̑ι ἐπιβάλλοντι ὀπυ-
ίεθαι, αἴ κ’ ἐ̑ι, αἰ δὲ με̄́, ἆι ἔγραττ-
30αι. ἀνε̄̀ρ αἰ ἀποθάνοι πατρο̄ι-
ο̄́κο̄ι τέκνα καταλιπο̄́ν, αἴ κα λε̑ι,
ὀπυιέθο̄ τᾶς πυλᾶς ὄτιμί κα ν-
ύναται, ἀνάνκαι δὲ με̄́. αἰ δὲ τέ-
κνα με̄̀ καταλίποι ὀ ἀποθανο̄́ν,
35ὀπυίεθαι το̑ι ἐπιβάλλοντι ἆ-
ι ἔγρατται.vac. αἰ δ’ ὀ ἐπιβάλλο̄ν τ-
ὰν πατρο̄ιο̑κον ὀπυίεν με̄̀ ἐπ-
ίδαμος εἴε̄, ἀ δὲ πατρο̄ιο̑κος
ο̄̓ρίμα εἴε̄, το̑ι ἐπιβάλλοντι ὀ-
40πυίεθαι ἆι ἔγρατται. πατρο̄ιο̑-
κον δ’ ἔ̄με̄ν, αἴ κα πατε̄̀ρ με̄̀ ἐ̑ι ἒ̄ ἀ-
δελπιὸς ἐς το̑ αὐ[το̑] πατρός. το̑ν
δὲ κρε̄μάτο̄[ν κα]ρτερὸνς ἔ̄με̄ν τ-
ᾶς ϝεργασία[ς τὸς] πάτρο̄ανς,
45[τ]ᾶ̣[δ] <δ’> ἐ̣π̣ι̣[καρ]πίας διαλ[αν]κ̣[ά]ν̣-
εν τὰν ε̄̓μίναν, ἆς κ’ ἄ[ν]ο̄ρ̣[ο]ς ἐ̑ι.
vac. αἰ δ’ ἀν[ο̄́]ρο̄ι ἰάτται με̄̀ εἴε̄ ἐπ-
ιβάλλο̄ν, τὰν πατρο̄ιο̣̑κον καρ-
τερὰν ἔ̄με̄ν το̑ν τε κρε̄μάτο̄ν κ-
50αὶ το̑ καρπο̑, κἆς κ’ ἄν[ο̄]ρος ἐ̑ι τ-
ράπεθαι [π]ὰ̣ρ τᾶι ματρί· αἰ δὲ μ-
άτε̄ρ με̄̀ εἴε̄, πὰρ τοῖς [μ]άτρο̄σι
τράπεθα[ι. vac.] αἰ δέ τις ὀπυίοι τὰ-
ν πατρο̄ιο̑κον, ἀλλᾶι δ’ [ἔγ]ρατται,
55πεύ̣θεν̣ [πορ]τ̣ὶ̣ κ̣ό̣σ̣μ̣ο̣ν̣
col IX.1τὸνς ἐπιβά̣[λλοντανς.vac.] αἴ κ’ ὀ-
πε̄́λο̄[ν ἄργυρον πα]τρο̄ιο̑κον κα-
ταλίπε̄ι, ἒ̄ αὐ[τὰν ἒ̄ διὰ τὸν]ς̣ π-
άτρο̄αν[ς καὶ τὸ]νς μάτρο̄αν-
5ς καταθέμε̄ν ἒ̣̄ [ἀποδ]όθαι το̑ ὀπ-
λε̄́ματος̣ [καὶ δ]ικαίαν ἔ̄με̄ν τ-
ὰν ο̄̓νὰν καὶ τὰν κ[ατάθε]σιν. αἰ
δ’ ἀλλᾶ[ι πρί]αιτό τις κρε̄́ματα ἒ̄
καταθεῖτο το̑ν τᾶς πα[τρ]ο̣̄ιο̄́κο̄, τ-
10ὰ μὲν [κρ]ε̣̄́ματα ἐπὶ τᾶι πατρο̄ιο̄́κ-
ο̄ι ἔ̄με̄ν, ὀ δ’ ἀποδόμενος ἒ̄ κατ-
αθὲνς το̑ι πριαμένο̄ι ἒ̄ καταθε-
μένο̄ι, αἴ κα νικαθε̑ι, διπλεῖ κα-
ταστασεῖ καἴ τί κ’ ἄλλ’ ἄτας ἐ̑ι, τ-
15ὸ ἀπλόον ἐπικαταστασεῖ, vac. ἆ-
ι τ̣ά̣δε τὰ γ[ράμμ]ατ̣’ [ἔγρατται, τ]-
ο̑[ν δ]ὲ̣ πρόθα μ̣[ε̄̀ ἔ]ν̣δικον ἔ̄με̄ν.
vac. αἰ δ’ ὀ ἀντίμο̄λος ἀπομ[ο̄λ]ίο-
ι ἀ[νπ]ὶ τὸ κρέος ὀ̑ι κ’ ἀνπιμο̄λί-
20ο̄ντι με̄̀ τᾶς πατρο̄ιο̄́κο̄ ἔ̣̄[μ]ε̄ν,
ὀ δ[ικ]αστὰς ὀμνὺς κρινέτο̄· αἰ
δὲ νικάσαι με̄̀ τᾶς πατρ[ο̄ι]ο̄́κ-
ο̄ ἔ̄μ̣ε̣̄ν, μο̄λὲν ὄπε̄ κ’ ἐπιβάλλε̄ι, ἐ̑
ϝεκάστο̄ ἔγρατται #⁵⁶ αἰ ἀν[δ]εκσ-
25άμ̣[ε]νος ἒ̄ νενικαμένο[ς ἒ̄ ἐν]κ̣-
οιο̄τὰνς ὀπε̄́λο̄ν̣ ἒ̄ διαβαλόμε-
νος ἒ̄ διαϝειπάμενος ἀποθά-
νοι ἒ̄ τούτο̄ι ἄλλος, ἐπιμο̄λ-
ὲνν̣ ἰο̑ πρὸ το̑ ἐνιαυτο̑· ὀ δὲ δικα-
30στὰς δικαδδέτο̄ πορτὶ τὰ ἀ̣ποπ-
ο̄νιόμενα· αἰ μέν κα νίκας ἐπι-
μο̄λε̑ι, ὀ δικαστὰς κο̄̓ μνάμο̄ν,
αἴ κα δο̄́ε̄ι καὶ πολιατεύε̄ι, οἰ δὲ μ-
αίτυρες οἰ ἐπιβάλλοντες, ἀνδοκ-
35ᾶδ <δ>ὲ κε̄̓νκοιο̄τᾶν καὶ διαβολᾶς κ-
αὶ διρε̄́σιος μαίτυρες οἰ ἐπιβ-
άλλοντες ἀποπο̄νιόντο̄ν. ἐ̑ δέ κ’ ἀ-
ποϝείποντι, δικαδδέτο̄ ὀμόσ-
α<ν>τα αὐτὸν καὶ τὸνς μαίτυρ-
40ανς νικε̑ν τὸ ἀπλόον. vac. υἰὺς α-
ἴ κ’ ἀνδέκσεται, ἆς κ’ ὀ πατε̄̀<δ> δο̄́ε̄ι,
αὐτὸν ἀτε̑θαι καὶ τὰ κρε̄́ματα
ἄτι κα πέπαται #⁵⁶ αἴ τίς κα πε̄́ρα-
ι συναλ[λάκ]σει, ἐ̑ ἐς πε̑ρ[α]ν ἐπι-
45θέντι με̄̀ ἀποδιδο̑ι, αἰ μέν κ’ ἀ-
ποπο̄νίο̄ντι μαίτυρες ε̄̓βίοντ-
ες το̑ ἐκατονστατε̄́ρο̄ καὶ πλίο-
νος τρέες, το̑ μείονος μέττ’ ἐ-
ς τὸ δεκαστάτε̄ρον δύ̣ο, το̑ μεί-
50ονος ἔ̣ν<δ>, δικαδδέτο̄ πορτ̣ὶ τὰ
ἀποπο̄[ν]ιόμενα. αἰ δὲ μαίτυρε-
[ς] με̄̀ ἀ̣[π]οπ̣ο̄νίοιεν, ἐ̑ κ’ ἔ[λ]θε̄ι ὀ συ-
ναλλάκσανς, ὄτερόν κ[α] κέλε̄[τ]αι ὀ
μενπόμενος, ἒ̄ ἀπομόσαι ἒ̄ σὺν
col X.1σ[— — — — — — — — — — — —]
[— — — — — — — — — — — — —]τ
αν[— — — — — — — — — — — —]
[— — — — — — — — — — —] αἴ κα
5λε̣̑[ι] ἐκα[— — — — — — — — — —]
[— — — — — — — — κ]ρέος ἒ̄ [με]ῖ̣-
[ον πλ]ίον δ̣[ὲ με̄́. — — — — — —]
[— — — — — — — — — — — — —]
[— — — — — — — — — — — — —]
10[— — — — — — — — — — — — —]ν
κρέος [— — — — — — — — — — —]
[— — — — — — — — — — ἀ]ποδόν-
τανς το[— — — — — — — — — —]
[— — — — — — — — — — —] ματρὶ
15δ’ υἰὺν̣ [ἒ̄ ἄνδρα γυναικὶ δόμε̄ν ἐ]-
κατὸν στατε̑ρα[νς] ἒ̣̄ μεῖον, π-
λίον δὲ με̄́. αἰ δὲ πλία δοίε̄, αἴ
κα λείο̄ντ’ οἰ ἐπιβάλλοντες, τ-
ὸν ἄργυρον ἀποδόντες τὰ κρ-
20ε̄́ματ’ ἐκόντο̄ν. vac. αἰ δέ τις ὀπε̄́-
λο̄ν ἄργυρον ἒ̄ ἀταμένος ἒ̄ μ-
ο̄λιομένας δίκας δοίε̄, αἰ
με̄̀ εἴε̄ τὰ λοιπὰ ἄκσια τᾶς ἄ-
τας, με̄δὲν ἐς κρέος ἔ̄με̄ν τὰν
25δόσιν. {²ligo}² ἄντρο̄[π]ον με̄̀ ο̄̓νε̑θα-
ι κατακείμενον πρίν κ’ ἀλλύσ-
εται ὀ καταθένς, με̄δ’ ἀμπίμο̄-
λον, με̄δὲ δέκσαθαι με̄δ’ ἐπισ-
πένσαθαι με̄δὲ καταθέθαι. αἰ
30δέ τις τούτο̄ν τι ϝέρκσαι, με̄δ-
ὲν ἐς κρέος ἔ̄με̄ν, αἰ ἀποπο̄νίο-
ιεν δύο μαίτυρε<ς>. vac.
ἄνπανσιν ἔ̄με̄ν ὄπο̄ κά τιλ λ-
ε̑ι. ἀμπαίνεθαι δὲ κατ’ ἀγορὰν
35καταϝελμένο̄ν το̑μ πολιατᾶ-
ν ἀπὸ το̑ λάο̄ ὀ̑ ἀπαγορεύοντι.
vac. ὀ δ’ ἀμπανάμενος δότο̄ τᾶ-
ι ἐταιρε̄ίαι τᾶι ϝᾶι αὐτο̑ ἰαρε̄́-
ιον καὶ πρόκοον ϝοίνο̄. vac. καἰ
40μέν κ’ ἀνέλε̄ται πάντα τὰ κρε̄́-
ματα καὶ με̄̀ συννε̑ι γνε̄́σια τ-
έκνα, τέλλεμ μὲν τὰ θῖνα καὶ
τὰ ἀντρο̄́πινα τὰ το̑ ἀνπαναμέ-
νο̄ κἀναιλε̑θαι ἆιπερ τοῖς γ-
45νε̄σίοις ἔγρ̣ατται. αἰ̣ [δ]έ̣ κα μ̣ε̄̀
λε̑ι τέλλεν ἆι ἔγρατται, τὰ κ[ρ]ε̄́-
ματα τὸνς ἐπιβάλλοντανς ἔκε-
ν. αἰ δέ κ’ ἐ̑ι γνε̄́σ[ι]α τέκνα το̑ι ἀν-
παναμένο̄ι, πεδὰ μὲν το̑ν ἐρσ-
50ένο̄ν τὸν ἀμπαντόν, ἆιπερ αἰ θ-
ε̄́λ̣[ε]ιαι ἀπὸ το̑ν ἀδελπιο̑ν λανκά-
νοντι· αἰ δέ κ’ ἔρσενες με̄̀ ἴο̄ν-
τι, θε̄́λειαι δέ, ϝισϝόμοιρον ἔ̄-
col XI.1[με̄ν] τὸν ἀνπαντὸν καὶ με̄̀ ἐ-
πάνανκον ἔ̄με̄ν τέλλεν τ[ὰ τ]-
[ο̑ ἀν]παναμένο̄ καὶ τὰ κρε̄́μα-
τ’ ἀναιλ<ε̑>θαι ἄτι κα κατα[λίπε̄]-
5[ι ὀ ἀ]ν̣πανάμενος· πλίυι δὲ τὸν̣
ἀνπαντὸμ με̄̀ ἐπικο̄ρέν. vac. [αἰ δ’]
[ἀπο]θάνοι ὀ ἀνπαντὸς γν̣ε̄́σια
τέκνα με̄̀ καταλιπο̄́ν, πὰρ τὸ[νς τ]-
[ο̑ ἀν]παναμένο̄ ἐπιβάλλονταν-
10ς ἀνκο̄ρὲν τὰ κρε̄́ματα. αἰ δ[έ κα]
[λε̑ι] ὀ ἀνπανάμενος, ἀποϝειπ-
άθθο̄ κατ’ ἀγορὰν ἀπὸ το̑ λά[ο̄ ὀ̑]
[ἀπα]γορεύοντι καταϝελμέν-
ο̄ν το̑ν πολιατᾶν· ἀνθέμε̣̄[ν δὲ]
15[δέκ]α̣ [σ]τατε̑ρανς ἐδ δικαστ-
ε̄́ριον, ὀ δὲ μνάμο̄ν̣ ὀ το̑ κσε̄ν-
ίο̄ ἀποδότο̄ το̑ι ἀπορρε̄θέντι.
γυνὰ δὲ με̄̀ ἀμπαινέθθο̄ με̄δ’
ἄνε̄βος. vac. κρε̄́θαι δὲ τοῖδδε ἆ-
20ι τάδε τὰ γράμματ’ ἔγραπσε,
το̑ν δὲ πρόθθα ὄπαι τις ἔκει ἒ̄ ἀ-
μπαντύι ἒ̄ πὰρ ἀμπαντο̑ με̄̀ ἔτ’ ἔ-
νδικον ἔ̄με̄ν. vac.
ἄντρο̄πον ὄς κ’ ἄγε̄ι πρὸ δίκας
25αἰεὶ ἐπιδέκεθαι. vac.
τὸν δικαστάν, ὄτι μὲν κατὰ
μαίτυρανς ἔγρατται δικάδδ-
εν ἒ̄ ἀπο̄́μοτον, δικάδδεν ἆι ἔ-
γρατται, το̑ν δ’ ἀλλο̑ν ὀμνύντ-
30α κρίνεν πορτὶ τὰ μο̄λιόμεν-
α. vac. αἴ κ’ ἀποθάνε̄ι ἄργυρον
ὀπε̄́λο̄ν ἒ̄ νενικαμένος, αἰ μέ-
ν κα λείο̄ντι οἶς κ’ ἐπιβάλλε̄ι
ἀναιλε̑θαι τὰ κρε̄́ματα τὰν ἄ-
35ταν ὐπερκατιστάμεν καὶ τὸ
ἀργύριον οἶς κ’ ὀπε̄́λε̄ι, ἐκόντ-
ο̄ν τὰ κρε̄́ματα· αἰ δέ κα με̄̀ λεί-
ο̄ντι, τὰ μὲν κρε̄́ματα ἐπὶ τοῖ-
ς νικάσανσι ἔ̄με̄ν ἒ̄ οἶς κ’ ὀ-
40πε̄́λε̄ι τὸ ἀρ<γ>ύριον, ἄλλαν δὲ
με̄δεμίαν ἄταν ἔ̄με̄ν τοῖ-
ς ἐπιβάλλονσι. ἀτ̣ε̄́θαι δὲ ὐ-
πὲρ μ[ὲ]ν το̑ [πα]τρὸς τὰ πατρο̑-
ια, ὐπὲ<δ> δὲ τᾶς ματρὸς τὰ μα-
45τρο̑ια. vac.
γυνὰ ἀνδρὸς ἄ κα κρίνε̄ται,
ὀ δικαστὰς ὄρκον αἴ κα δικάκ-
σει, ἐν ταῖς ϝίκατι ἀμέραις ἀ-
πομοσάτο̄ παριόντος το̑ δικα-
50στᾶ ὀ̑τι κ’ ἐπικαλε̑ι. προϝειπάτ-
ο̄ δὲ ὀ ἄρκο̄ν τᾶ<δ> δίκας τᾶι γυνα-
ικὶ καὶ το̑ι δικα<σ>τᾶι καὶ [τ]ο̑ι
μν̣ά̣μονι προτέταρτον ἀντὶ μ-
α̣ί̣τ̣υ̣ρ̣ο̣ς̣ π̣ε̣ν̣τ̣εκαιδεκαδρόμο̄
55ἒ̄ πρείγονος. vac.
col XII.1ματρὶ υἰὺ{ι}ς {²⁶υἰὺς}²⁶ ἒ̄ ἀ[ν]ε̣̄̀ρ γυναικὶ
κρε̄́ματα αἰ ἔδο̄κε, ἆι ἔγ̣ρατ-
το πρὸ το̑νδε το̑ν γραμμάτο̄ν,
με̄̀ ἔνδικον ἔ̄με̄ν· τὸ δ’ ὔστε-
5ρον διδόμε̄ν ἆι ἔγρατται. vac.
ταῖς πατρο̄ιο̄́κοις αἴ κα με̄̀
ἴο̄ντι ὀρπανοδικασταί, ἆ-
ς κ’ ἀνο̄́ροι ἴο̄ντι, κρε̄́θαι κατὰ
τὰ ἐγραμμένα. vac. ὄπε̄ δέ κ’ ἀ
10πατρ[ο̄ι]ο̑κος με̄̀ ἰόντος ἐπι-
βάλλοντος με̄δ’ ὀρπανοδικ-
αστᾶν πὰρ τᾶι ματρὶ τράπε̄-
ται, τὸν πάτρο̄α καὶ τὸμ μάτ-
ρο̄α τὸνς ἐγραμμένονς τ-
15ὰ κρε̄́ματα καὶ τὰν ἐπικαρπί-
αν ἀρτύεν ὄπαι κα ν<ύν>ανται κά-
λλιστα, πρίν κ’ ὀπυίε̄ται. ὀπυί-
εθαι δὲ δυοδεκαϝετία ἒ̄ πρεί-
γονα. vac.