Regions : Northern Greece (IG X) : Macedonia : Bottiaia

SEG 43:434    Previous Inscription SEG 43:424    SEG 43:435 Next Inscription

Makedonia (Bottiaia) — Pella — ca. 380-350 BC — Hellenike Dialektologia 3 (1992/1993) 43-48 — REG 108 (1995) 190-197 — cf. SEG 49.757

[Θετί]μας καὶ Διονυσοφῶντος τὸ τέλος καὶ τὸν γάμον καταγράφω καὶ τᾶν ἀλλᾶν πασᾶν γυ-

[ναικ]ῶν καὶ χηρᾶν καὶ παρθένων, μάλιστα δὲ Θετίμας, καὶ παρκαττίθεμαι Μάκρωνι καὶ

[τοῖς] δαίμοσι· καὶ ὁπόκα ἐγὼ ταῦτα διελέξαιμι καὶ ἀναγνοίην πάλε̣ιν ἀνορόξασα

[τόκα] γᾶμαι Διονυσοφῶντα, πρότερον δὲ μή· μὴ γὰρ λάβοι ἄλλαν γυναῖκα ἀλλ’ ἢ ἐμέ,

5

[ἐμὲ δ]ὲ συνκαταγηρᾶσαι Διονυσοφῶντι καὶ μηδεμίαν ἄλλαν· ἱκέτις ὑμῶ<ν> γίνο-

[μαι· ․․․]αν οἰκτίρετε δαίμονες φίλ[ο]ι, ΔΑΓΙΝΑΓΑΡΙΜΕ {²⁷δαπ̣(ε)ινὰ γάρ ἰμε (Dubois)}²⁷ φίλων πάντων καὶ ἐρήμα· ἀλλὰ

[ταῦτ]α φυλάσσετε ἐμὶν ὅπως μὴ γίνηται ταῦ̣τα καὶ κακὰ κακῶς Θετίμα ἀπόληται·

[․․․․]․ΑΛ[— — —]․ΥΝΜ․․ΕΣΠΛΗΝ ἐμός, ἐμὲ δὲ ε̣ὐδαίμονα καὶ μακαρίαν γενέσται·

[— — —]ΤΟ․[— — —]․․․Ε․Ε․ΩΑ․․ΜΕΤΕ[— — —]

# PH153368