Regions : Northern Greece (IG X) : Macedonia

Meletemata 22, Epig. App. 1    Meletemata 22, Epig. App. 2 Next Inscription

Makedonia (Chalkidike) — Olynthos — ca. 393/392 BC — Dimitsas, He Makedonia 742 — Tod, GHI 111
face A.1

συνθῆκαι πρὸς Ἀμύνταν τὸν Ἐρριδαίο.

συνθῆκαι Ἀμύνται τῶι Ἐρριδαίου

καὶ Χαλκιδεῦσι· συμμάχους εἶν

ἀλλήλοισι κατὰ πάντας ἀνθρώπου[ς]

5

ἔτεα πεντήκοντα. ἐάν τις ἐπ’ Ἀμύν-

ταν ἴηι ἐς τὴ̣[ν χώρην ἐπὶ π]ολέμοι

[ἢ] ἐπὶ Χα[λκιδέας, βοηθ]εῖν Χαλκιδ̣έ-

[ας] Ἀμύ̣[νται καὶ Ἀμύνταν Χαλκιδεῦσιν — —]

face B.1

ἐ̣σαγωγὴ {⁵ΕΞΑΓΩΓΗ}⁵ δ’ ἔστω καὶ πίσσης καὶ ξύλων,

ο̣ἰκοδομιστηρίωμ πάντων, ναυπηγη-

σ̣ίμων δὲ πλὴν ἐλατίνων, ὅ τι ἂμ μὴ τὸ

κοινὸν δέηται, τῶι δὲ κοινῶι καὶ τούτων

5

εἶν ἐξαγωγήν, εἰπόντας Ἀμύνται πρὶν ἐξ-

άγειν, τελέοντας τὰ τέλεα τὰ γεγραμμέν[α].

καὶ τῶν ἄλλων ἐξαγωγὴν δὲ εἶν καὶ δια-

{α}γωγήν {²⁶διαγωγήν}²⁶, τελέουσιν τέλεα καὶ Χαλκιδεῦ-

σι ἐκγ Μακεδονίης καὶ Μακεδόσιν ἐκ̣

10

Χαλκιδέων. πρὸς Ἀμφιπολίτας, Βοττ[ι]-

αίους, Ἀκανθίους, Μενδαίους μὴ π[οιεῖ]-

[σ]θ̣αι φιλίην Ἀμύνταμ μηδὲ Χαλκιδ[έας]

[χωρὶ]ς ἑκατέρους, ἀλλὰ μετὰ μιᾶ̣[ς γνώ]-

[μης, ἐὰν ἀ]μφοτέροις δοκῆι, κοιν[ῆι]

15

[προσθέσθαι ἐκε]ί̣νους. ὅρκος συμμ[αχί]-

[ης· φυλάξω τὰ συγκεί]μενα Χαλκιδ̣[εῦ]-

[σι, καὶ ἐάν τις ἴηι ἐπ’ Ἀμ]ύνταν [ἐς]

[τὴν χώρην ἐπὶ πολέμοι, βοηθήσω Ἀμ]ύν[ται]

[— — — — — — — — — — — — — — — — — —]

# PH152455