Regions : Central Greece (IG VII-IX) : Megaris, Oropia, and Boiotia (IG VII)

IG VII 2712    Previous Inscription IG VII 2711    IG VII 2713 Next Inscription

Boiotia — Akraiphia — after 37 AD

[— — — — — — — — — — — — — — — —]Ι ὑπ̣οΙΙ δ[— — — — — —]

[— — — — — — — — — — — — — — — —] πέντε δι[— — — — — —]

[— — — — — — — — — — — — — — —]ν․τωνΙΦ̣αιοΙ[— — — — —]

[— — — — — — — — — — — — — — —]ο[υ]ς ὡς ἐπιφω[νεῖσθαι?]

5

[— — — — — — — — — — — — — —]․ <ἐ>δώκαμεν αὐ[τῷ — —]

[— — — — — — — — — — — — —]#⁷ ἡμῖν, ἕνα δὲ καὶ φ[— — —]

[— — — — — — — κατὰ δὲ τὴν δ]ευτέραν γυμνασια[ρχίαν]

[— — — — — — — — — — — — —]Νήσατο πᾶσαν ἀπ̣οθ̣[έμενος]

[— — — — — — — — — — — — ἐ]λαίω ἤλε<ιψ>εν, ὅλη̣ν̣ δὲ τ̣[ὴν πόλιν]

10

[εἱστίασε — — — — — — — —]εν παρ’ ἡμῖν, ᾧ Γ․․[—]․․Μ․[— — — —]

[— — — — — — — ἐπὶ τῆς π]<ρ>ώτης ἀρχῆς ἐνΙΕ#⁷[—]ΟΛ[— — — — —]

[— — — — — — — — τούς τε] π̣ολείτας πάντας καὶ <π>α<ρ>ο[ίκους]

[καὶ ἐκτημένους καὶ τοὺς] παῖδας τοὺς τῶν πολειτῶ[ν — — — —]

[— — — — — — — — — — —]ωι τοὺς παρεπιδημοῦντας [ξένους]

15

[— — — — — — — — — — —] χειμῶνος ὅλου ἐπανάγων̣ [— — — —]

[— — — — — — — — — — — δ]είπνοις χρώμενος ὡς ο[ὐ]κ ἐ․[— —]

[— — — — — — — — — — —]άτων καὶ εὐσχήμονας πολλά[κις]

[— — — — — — — — — — —]α ὅλην τὴν πόλιν δημοθοινία[ις]

[εἱστίασεν ἐνδεικνύμενος τὸ φιλά]νθρωπον ἦθος, μηδένα [κα]ιρὸν

20

[παρεὶς ἄνευ πολλῶν χρημά]των δαπάνη[ς παρ’ ἑα]υτοῦ. πληρώσας δὲ ταῦτα [πάν]<τ>α [․]

[— — — — — — — — — — —] λινών[ι]α χ[ρ]όνω<ν>, ἐν οἷς ὅλην τὴν πόλιν εἱστία-

[σε λαμπρῶς. ἔθηκε δὲ καὶ] τῇ ἑορτῆι ταυροθυτήσας Ἑρμεῖ καὶ Ἡρα-

[κ]λεῖ κα[ὶ] τοῖς Σεβα[σ]τοῖς ἀγῶν[α] ὁπ̣[λ]ιτ̣ικόν, θὶς ἆθλα ἀσπιδῆα τοῖς

[νει]κή[σασι] πᾶσιν, μόνο[ς κ]αὶ πρῶτος ἀπὸ [τοῦ] παντὸς αἰῶνος ἐ<ξ>ευ-

25

ρὼν τὴν τειμὴν ταύτην. ἠρίστισε <δ>[ὲ τὴ]ν πόλιν τῇ αὐτῇ ἡμέρᾳ

ἀπ’ ἐ[κθέμ]ατος ἐν τῷ γυμνασίῳ, μηδ[ένα π]αραλιπὼν οὐ μόνον τῶν

ἐνοί[κων] αὐτῶν, [ἀλ]λ’ οὐδὲ τῶν παρεπι[δη]μού[ν]των ξένων σὺν παι-

σὶν ἐ[λευ]θέροι<ς> καὶ τοῖς τῶν πολειτῶν δού[λοι]ς <δ>ι[ὰ] τὸ φιλόδοξον

ἦθος. [παραλαβ]ὼν [δὲ] τὴν ἀρχὴν τὴν μεγίστην [οὐ] διέλ[ι]π̣<ε>ν̣ [ἐνδ]<εικνύμενος τὴν μεγα>λο-

30

ψυχ[ί]αν· [ταυ]ρο[θυ]τήσα[ς γ]ὰρ τοῖ[ς] Σεβαστοῖς ἐ[πε]θοίνησ[εν]

μιᾷ ἡμέρᾳ τὴν πόλιν ἐπιτελῶν [τ]ὸν λε[γ]όμενον πα․․․ ἐν τ[ῷ]

γυμνασίῳ, <ὡς> τ<ὸ> ὑπερ[β]άλλον τῶν δαπανημάτων καὶ ἀδι[άλ]ει<π>το<ν> ο[ὐ μό]-

[ν]ον παρ’ ἡμ[ῖ]ν, ἀλλὰ καὶ ἐν ταῖς πέρι<ξ> πόλεσιν θ̣αυμ[ά]<ζ>εσθαι. τοῦ τ[ε]

μεγίστου [κ]αὶ [σ]ώ<ζ>οντος [ἡ]<μ>ῶν τὴν χώραν χώ[μ]<α>τος παραλελει<μ>[μένης]

35

τῆς κον[ιά]σεως <ἐ>ν τῇ ἐγδόσ̣ει, τοῦ ὅλον ἐπισκε[υ]ασθῆναι καὶ κονι<α>θῆ-

να[ι] μόνος προενόησε {Ν} προσμείνας καὶ κατωρθώσατο ὑπὲρ ἑξ[ακισ]-

χίλια δηνάρια οὔσης τῆς ἐπισκευῆς ἰς δώδεκα σταδίους. ἤδη δὲ τὸ μεγ[α]-

λό[φ]ρον τῆς γνώμης ἐκτείνας καὶ [ἰς] τὸ Βοιωτῶν ἔθνος, πρεσβίας [ζη]του-

μένης πρὸς τὸν νέον Σεβαστὸν ἐν τῷ τῶν Ἀχαιῶν καὶ Πανελλήνων

40

συνεδρίῳ ἐν Ἄργει, πο[λλ]ῶν τε συνεληλυθότων εὐσχημόνων καὶ πρώ-

των ἐκ τῶν πόλεων καὶ πάντων ἀρνουμένων καὶ ἐπι[κ]α̣λουμένων, πάντ[α]

ἐν ἐλάσσονι θέμενος τ[ὰ] ἑαυτοῦ προθυμότατα ἐπεδέξατο τὴν πρεσ-

βίαν ὑπὲρ τοῦ Βοιωτῶν ἔθνους, προσθεὶς τῷ εὐ[γ]ενεῖ τοῦ φρονήματος [κ]αὶ τὸ

μεγαλόψυχον [εἰς] ἄδωρ[ο]ν πρέσβευσιν. θαυμ[ασ]<θὶ>ς οὖν ἐπὶ τούτοις καὶ ἀπο-

45

δοχῆς ἀξιωθὶς ἐν τοῖς Πανέλλησιν τειμὰς ἔλαβεν, μαρτυρούμενος καὶ δι-

ὰ τῆς [πεμ]φθίσης ἐπιστολῆς ὑπ’ αὐτῶν πρὸς τὴν πόλιν ἡμῶν.  τελέσας

δὲ τὴν πρεσβείαν μετὰ τῶν ἄλλων ἐθνῶν καὶ τὸ ἀπόκριμα ἐνενκὼν παρὰ

[Γαΐου Καίσαρος, τειμὰς] ἔλαβεν μετὰ τῶν συνπρεσβευτῶν, τό τε κοινὸν

Παμβοιωτῶν συνέδριον ὑ[πομιμνησκόμ]ενον τὴν αὐτεπάνγελτον χάρι[ν]

50

καὶ [εὔ]νοιαν τειμὰς ἐψηφίσαντο [τὰ]ς πρεπούσας καὶ ἀπέστειλαν πρὸ[ς]

τὴν [πό]λιν [ἡ]μῶν, ἔπιτα δὲ κα<ὶ> ἄ[λ]<λ>[αι πόλει]ς καὶ κ[ῶ]μαι [ε]ὐχάριστον πρᾶγ<μ>α

[ποιοῦσ]αι καὶ αὐταὶ [ψηφίσ]μασιν κα[ὶ πο]λειτεί[ᾳ] καὶ εἰκόνων [ἀναστάσει]

[ἐ]τείμη̣σ{Τ}α[ν] {²⁶ἐτείμησαν}²⁶ <α>ὐτόν. ὑπερ[εβάλλετο] δὲ τῇ μεγαλοψυχίᾳ καὶ ἀρετῇ πάντας τοὺς

[προτέρους, τρέψας] ἑαυτὸν πρὸς τὸ φιλόδοξον [καὶ] φιλάγαθον ταῖς [ἐπαλ]-

55

λή[λ]οις δαπάναις, εἷς φιλόπατρις καὶ εὐεργέτης νομ[ιζ]όμενος· ἐγ[λε]λοιπό-

τος γὰρ ἤδη τριάκοντα ἔτη τοῦ τῶν Πτωΐων ἀγῶνος, κατασταθὶς ἀγωνοθέ-

της προθυμότατα ἐπεδέξατο φιλοδοξήσας τὸ ἀνανεώσασθαι τὴν ἀρχα[ι]-

ότητα τοῦ ἀγῶνος, τῶν μεγάλων Πτωΐων καὶ Καισαρήων κτίστης ἄνωθε

γενόμενος· ἀναλαβών τ[ε] τὴν ἀρχὴν εὐθέως ἐπε̣τέλει τὰς θυσίας καὶ

60

τὰ τοῦ θεοῦ μαντεῖα ἑστιῶν ἄρχοντας καὶ συνέδρους κατ’ ἔτος πεντά-

[κ]ις μεγαλομερέσι δ[ίπ]νοις καὶ τὴν πόλιν ἀριστί[ζ]ων ἐπὶ πενταε[τί]αν, μηδε-

μίαν ὑπέρθεσιν ποιησάμενος ἐν τοῖς χρόνοις μήτε θυσίας μήτε δαπ[ά]-

νης μηδέποτε. <ἐ>ν̣σ[τ]άντος δὲ τοῦ ἀγῶνος τῷ ἕκτῳ ἐνιαυτῷ τὸ ἐπὶ πόλεος

διάδομ[α ἰς] τὴν μέλλουσαν ἑορτὴν ἔδωκεν πᾶσι τοῖς πολείταις καὶ παροί-

65

κοις καὶ ἐκτημένοις διδοὺς κατ’ ἄνδρα ἕκαστον κόφινον σείτου καὶ οἴνου

ἡμί[ναν. τ]ὰς δὲ πατρίους πομπὰς μεγάλας καὶ τὴν τῶν συρτῶν πάτριο[ν]

ὄρχησιν θεοσεβῶς ἐπετέλεσεν, [τ]αυροθυτήσας τε τ[οῖς] θεοῖς καὶ Σε-

βαστοῖς κρεαδοσί[ας καὶ] ἄριστα καὶ γλυκισμοὺς καὶ δῖπνα οὐ διέλιπεν ποιῶν

[καὶ] κατὰ τάξις ἀπὸ εἰκάδος μέχρι τριακάδος πρὸς ἔνπασι τοῖς ἀρίστοις

70

παῖδας τοὺς τῶν πολε<ιτ>ῶν καὶ δούλους ἐνηλίκους τάς τε γυναῖκας τῶν πολει-

τῶν ἡ γυνὴ αὐτοῦ Νωτί․α ἠρίστισεν καὶ παρθένους καὶ δούλας ἐνηλίκους· οὐ

παρέλιπεν δὲ οὐδὲ [τοὺς] σκηνίτας καὶ συνκοσμοῦντας τὴν ἑορτήν, ἠρίστισεν

δὲ [αὐ]τοὺς ἀπ’ ἐ[κ]θέματος κατ’ ἰδίαν, ὃ μηδεὶς ἄλλος τῶν προτέρων ἐποίησεν,

μηδένα τῆς ἑαυτοῦ φιλανθρωπίας βουλόμενος ἄμ[ο]ιρον γενέσθαι· ἔν τε

75

[τ]αῖ[ς] γεινομέναις θεωρίαις τοῦ θυμελικοῦ πάντας τοὺς [θε]ωμένους καὶ

τοὺς συνελθόντας ἀπὸ τῶν πόλεων ἐγλύκισεν ἐν τῷ θεάτρῳ, [πέ]μματά

[τε] ἐποίησεν μεγάλα καὶ πολυτελῆ, ὡς διάκουστα καὶ ἐν ταῖς πέρι<ξ> πόλε-

σιν τὰ δαπανήματα αὐτοῦ γενέσθαι· ἔν τε τῇ συντελείᾳ τοῦ ἀγῶνος μ[ε]-

τὰ τὸ πάνδημον δῖπνον [τὴν] ἀρχ[ὴ]ν ἄνωθεν πάλιν ποιούμενος τῆς δ̣α̣π-

80

[ά]νη[ς] κατὰ τρίκλεινον διαδόματα ἔδωκεν [ἕ]νδεκα δ<η>ναρίων, καὶ [κε]ρά-

<μ>ιον οἴνου παλαιοῦ [καὶ] δηνάρια ἓξ ἰς [ἐπ]όψημα τὸ λοιπὸν τῆς δαπά-

[ν]ης.   μετὰ δὲ τὴν πάντων τούτων συντέλειαν καταβαίνοντος

αὐτοῦ ἀπὸ τοῦ ἱεροῦ ἐπὶ τὴν πόλιν πανδημ[ε][ἀ]πήντησαν οἱ [πο]λεῖται

πᾶσαν φιλοτειμίαν καὶ εὐχαριστίαν ἐνδει[κ]νύμενοι· ὁ δὲ μὴ [ἐκ]λαθό-

85

μενος τῆς ἑατοῦ μεγαλοφροσύνης ταυροθυτήσας Διὶ τῷ Μεγίστῳ ἐπὶ

τῆς πόλεως παραχρῆμα εἱστ[ία]σεν τοὺς συν[ελ]θόντας ἐπὶ τὴν εὐχα-

ριστίαν· ὅθεν ἐπὶ τοῖς τοιούτοις τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν καὶ

μεγαλοψύχους καὶ [φι]λο[πά]τριδας ταῖς προσηκούσαις τειμαῖς τε καὶ

δωρεαῖς προσῆκόν ἐστιν κοσμουμένους μαρτ<υ>ρῖσθαι· δι’ ἃ δὴ

90

πάντα ἔδοξεν τοῖς τε ἄρχουσι καὶ συνέδροις καὶ τῷ δήμῳ ἐ[π]αι-

νέσαι [μ]ὲν τὸν προειρημένον ἄνδρα Ἐπαμεινώνδαν ἐφ’ ᾗ

πρὸς τ[ὴ]ν πατρίδ[α ἔ]σχ[ηκ]εν ἐκτενεῖ εὐνοίᾳ καὶ πρὸς τὸ Βοιω-

τῶν ἔθνος μεγαλοψυχίᾳ συνκοσμῶν καὶ τὴν πατρίδα τῇ

πρεσβείᾳ, στεφανῶ[σ]αι δὲ αὐτὸν καὶ χρυσῷ στεφάνῳ καὶ εἰκό[ν]-

95

[ι γραπτῇ, τύχ]ῃ τῇ ἀγαθῇ, τούς τε μετὰ <τα>ῦτα κατασταθησομένους [ἀγω]-

νοθ[έτας] ἐν [τ]οῖς ἐπιτελεσθησομένοις ὑπ’ αὐτῶν ἀγῶσιν [κα]λεῖν αὐ-

τὸν ἰς [προε]δρία[ν] καθάπερ καὶ τοὺς ἄλλους εὐεργέτας, ἵν[α τού]των

οὕτω συντελουμέν[ων] ἡ πόλις ἡμῶν εὐχάριστος φαίν<η>ται πρὸς

τοὺς εὐεργέτας, πολλοί τε ζηλ[ωταὶ γ]είνων[τ]αι τῶν ἀγαθῶν

100

τῶν εἰς τὴν πόλιν μαρτυρουμένων τῶν πρώτων. στῆσαι δὲ καὶ ἀν-

δριάντας αὐτοῦ ἢ ἀγάλματα, ἕνα μὲν ἐν τῷ ἱερῷ Ἀπόλλωνος

τοῦ Πτωΐου, τὸν δ’ ἕτερον ἐπὶ τῆς πόλεως ἐν τῇ ἀγορᾷ, καὶ εἰκόν[α]ς

ὁμοίως ἐπιχρύσους τὴν ἐπιγραφὴν ποιουμένων τήνδε· "ὁ δῆμος κ[αὶ]

ἡ βουλὴ Ἐπαμεινώνδαν Ἐπαμεινώνδου ἄριστα πολειτευσάμε-

105

νον [ἀρετῆς ἕνεκα καὶ εὐνοίας]". εἶναι δὲ [καὶ] ἐν ἀναγραφῇ τὸ ψήφισμα ἐπὶ τοῦ ἱεροῦ

τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου καὶ ἐπὶ πόλεος ἐν τῇ ἀγορᾷ.

# PH146220