Regions : Central Greece (IG VII-IX) : Megaris, Oropia, and Boiotia (IG VII)

IG VII 2711    Previous Inscription IG VII 2710    IG VII 2712 Next Inscription

Boiotia — Akraiphia — 37 AD

(I) [στρατηγὸς Ἀχαιῶ]ν καὶ Βοιωτῶν καὶ Λοκρῶν καὶ Εὐβοέων καὶ

[Φωκέων — — —]ς Διοδότου Ἀ[ρ]γεῖος Ἀκρηφιέων ἄρχουσι χαίρειν.

[ὁ πεμφθεὶς ὑ]φ’ ὑμῶν πρεσβευτὴς Ἐπαμινώνδας Ἐπαμινώνδου ἐ[π]α-

[ινετῶ]ς καὶ σπουδαίως ἀπέδωκέν μοι τὴν παρ’ ὑμῶν ἐπιστολὴ[ν]

5

[περὶ τῆς] εἰς Καίσαρα Γερμανικὸν Σεβαστὸν εὐσεβείας τόν τε ὅρ[κον]

[ὤμοσε]ν ὑπὲρ τῆς πόλεως ὑμῶν, παρόντος καὶ τοῦ ἡγεμόνος,

[ἐναντίον] τοῦ συνεδρίου, καὶ τῆς συνόδου μετέσχεν, πρεσβείας τε ζη-

[τουμένη]ς ὑπὲρ Βοιωτῶν πρὸς τὸν Σεβαστὸν καἰκ τῶν μειζόνων πόλε̣[ων]

[τῶν παρ]όντων κα[ὶ] ἐξομνυμένων καὶ ἐπικαλουμένων ὡς ἀποστῆναι

10

[κινδυ]νεύ<ε>ιν τὴν Βοιωτίαν ἀπὸ τῶν Πανελλήνων, ἄριστον ἔργον ἐποίησεν

[καὶ εὐγ]ενὲς καὶ εὐσεβείας ἐχόμενον τῆς εἰς τὸν Σεβαστὸν ὁ ὑμέτερος

[πρεσ]βευτὴς Ἐπαμινώνδας, ὑποσχόμενος τὴν πρὸς τὸν Σεβαστὸν πρεσ-

[βείαν ὑ]πὲρ τοῦ Β<οι>ωτῶν ἔθνους κατὰ δωρεάν, ἐφ’ ᾧ ὑπὸ πάντων τῶν Ἑλ-

[λήνω]ν ἀποδοχῆς ἠξιώθη καὶ ἐπαίνων καὶ τειμῶν ἃς ἐψηφισάμεθα

15

[αὐτῷ]. ἔρρωσθε. (II) ἔδοξε τῇ συνόδῳ τῶν Ἑλλήνων, ἐπαινέσαι Ἐπα-

[μινώ]νδαν Ἐπαμινώνδου Ἀκρηφιῆ, ἐπειδὴ πολλῆς ζητήσεως γενομέν-

[ης ὑ]πέσχετο τὴν πρὸς τὸν Σεβαστὸν πρεσβείαν προθυμότατα κατὰ

[δωρε]ὰν ὑπὲρ τοῦ Βοιωτῶν ἔθνους, ἣν ἄλλοι παρόντες ἐκ τῶν μειζόνω[ν]

[πόλε]ων ἠρνήσαντο, στεφανῶσαι δ’ αὐτὸν καὶ χρυσῷ στεφάνῳ καὶ εἰκ[όνι]

20

[γραπ]τ̣ῇ τύχῃ τῇ ἀγαθῇ· εἶναι δὲ καὶ ἐν ἀναγραφῇ τὸ ψήφισμα τῶν Ἑλ[λήνων].

(III) [Αὐτοκ]ράτωρ Σεβαστὸς Καῖσαρ, θεοῦ Σεβαστοῦ ἔ[κγ]ονος, Τιβερίου Καί[σα]-

[ρος υἱ]ωνός, ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας, ὕπατος, Ἀχαιῶν καὶ Βοιω-

[τῶν κ]αὶ Λοκρῶν καὶ Φωκέων καὶ Εὐ[βοέ]ων τῷ κοινῷ χαίρειν· ἀναγνοὺς

[τὸ δο]θέν̣ μοι ὑπὸ τῶν ὑμετέρων πρεσβευτῶν ψήφισμα ἔγνων ὅτι οὐδεμίαν̣

25

[ὑ]π̣ερβολὴν ἀπελίπετε τῆς εἰς ἐμὲ [προθυ]μ̣ίας καὶ εὐσεβείας ἰδίᾳ τε

[ἕκασ]τος θυσάμενοι ὑπὲρ τῆς ἐμῆς <σ>ωτηρίας, καὶ κοινῇ ἑορτάσαντες

[κα]ὶ τειμὰς ἃς ἠδύνασθε μεγίστας ψηφισάμενοι, ἐφ’ οἷς ἅπασι ἐπαινῶ

[ὑμ]ᾶς καὶ ἀποδέχομαι, καὶ μεμνημένος τῆς ἐκ παλαιῶν χρόνων

[ἐπιφ]α̣νείας ἑκάστου τῶν Ἑλληνικῶν δ[ήμω]ν ἐῶ ὑμᾶς συνισταμένους.

30

[τῶν ἀ]νδριάντων, οὓς ἐψηφίσασ<θ>έ μοι, τὸ πολὺ πλῆθος, ἐὰν ὑμεῖν δοκῇ,

[ἀφε]λόντες ἀρκέσθητε τοῖς Ὀλυμπίασι καὶ Νεμέᾳ καὶ Πυθοῖ καὶ Ἰσ-

[θμοῖ] τεθησομένοις, ὅπ[ως — — — — — — — — — —]σθε καὶ ἑαυτοὺς ἧτ-

[τον ἀνα]λώμασι βαρυνεῖ<τ>[ε. ἀπέδωκάν μοι] τὸ ψήφισμα πρεσβε-

[υταί, ὧ]ν τὰ ὀνόματα ὑπ[ογέγραπται. εὐτυχεῖτε]. ἀ[ρ]χιπρεσβευτής· Μέν-

35

[αν]δρ<ο>ς Λευκίου [— — — — — — — — — Ἀχαι][ν] δὲ Θεόπομπος Ἀ-

[ριστο]δάμου, Ἀριστ[— — — — — — —, — — — —]ος Ἐπιδίκο<υ>, Τιμόξεν-

[ος Τ]ειμοξέν[ο]υ, ․λ[— — — — — — — — —, — —]δαμος Τειμανδρ-

[ίδου], Μηνοφάνης [— — — —, — — — — — —]δου, Βοιωτῶν δὲ Ἐπα-

[μινώ]νδας Ἐπαμινώνδο[υ, — — — — —, — — —]νων, Ἡράκλειτος

40

[Ὀλυμ]πίωνος, Φωκέων [δὲ — — — —, Εὐβο]έων δὲ Ἀριστόδικος

[— — —]φου, Λοκρῶν δὲ [— — — — —, — — — —]ης Ἀναξιδότου. ἐδό-

[θη πρὸ] δεκατεσσάρων Καλανδῶν Σεπτεμβρίων ἐν Ῥώμῃ.

(IV) [— —]ων Ἡρακλείδου ὁ ἀν[τ]άρχων Ἀ[ρ]ισ[τ]ομάχου τοῦ Ἐρασίππου, τ̣οῦ

[γραμ]ματέως τῶν Ἀ[χαιῶν, τ]ῷ κοινῷ Βοιωτῶν καὶ τῷ γραμματεῖ χαί-

45

[ρειν]· τοῦ πεμφθέντος ὑφ’ ὑμῶν πρεσβευτοῦ Ἐπαμινώνδου

[Ἐπαμινώ]νδου ἀποδόντος μετὰ τῶν ἄλλων τῆς Ἀχαΐ<α>ς συνπρεσβευ-

[τῶν τ]ὴν παρὰ τοῦ Σεβαστοῦ ἐπιστολὴν πέπομφα ὑμεῖν τὸ ἀντίγραφ-

[ον, τ]άς τε νῦν πάλιν πρεπούσας αὐτῷ τειμάς, ἃς ἐψηφισάμεθα,

[παραι]τησαμένου μετὰ τῶν συνπρέσβεων ὑπερ<ε>θέμεθα εἰς τὴν

50

[δευτ]έραν ἐσομένην τῶν Ἀχαιῶν σύνοδον. ἔρρωσθε.

(V) [τὸ κοι]νὸν Βοιωτῶν καὶ ὁ γραμματεὺς τοῦ συνεδρίου Ζώπυρος

[Ἀγα]μ̣ήσστορος Ἀκρηφιέων ἄρχουσι  χαίρ<ε>ιν·  τῶν κυρωθ-

[εισῶν] τιμῶν ὑπὸ τῶν Βοιωτῶν Ἐπαμινώνδᾳ Ἐπαμινώνδου

[τῷ π]ολείτῃ ὑμῶν πεπόμφαμεν ὑμῖν τὸ ἀντίγραφον σημη-

55

[νάμε]νοι τῇ κοινῇ σφραγῖδι. ἔρρωσθε. (VI) ἔδοξε τοῖς σύνπα-

[σ]ι ναοποιοῖς ἐν τῇ πανηγύρει τῶν Παμβοιωτίων·

[ἐπειδ]ὴ Ἐπαμινώνδας Ἐπαμινώνδου ἀνὴρ καλός τε κἀγαθὸς ὑ-

[πάρ]χων παρὰ πάντα τὸν βίον καὶ ἐν τῷ π[α]ρόντι μηδὲν ἐν-

[λιπεῖν] βουλόμενος εἰς τὸ ἔθνος, κ̣[αθ’] ὃν καιρὸν ἡ πᾶσιν μακα-

60

[ριωτ]άτη ἐπέλαμψεν ἡ[γ]εμονία τοῦ νέου θεοῦ Σεβαστοῦ,

[πρεσ]βείας ζητουμένης ἐν τοῖς Πανέλλησι[ν][π]ὲρ τοῦ Βοι-

[ωτῶ]ν ἔθνους μηδενός τε βουλομένου ὑπομεῖναι τὸ βά-

[ρος, π]άντα ἐν ἐλάσσονι θέμενος τὰ ἑαυτοῦ ἐ[πείγ]οντα πράγμα-

[τα, ἐ]π̣εδέξατο τὸ μεγαλόφρον, προσενδεξάμενος κατὰ δωρεὰν

65

[πρεσ]βεύσ<ε>ιν πρὸς τὸν Σεβαστὸν Καίσαρα Γερμανικὸν καὶ

[συνπλ]ηρώσας τὰ τῆς πρεσβ<ε>ίας προσενενκών τε μετὰ τῶν

[συνπρέσ]βεων τὰς ἐψηφισμένας τιμὰς ὑπὸ τῶν Πανελλήνω-

[ν τῷ Σε]βαστῷ, ἤνεν{εν}κεν {²⁶ἤνενκεν}²⁶ ἀπόκριμα πρὸς τὸ ἔθνος πάσης

[φιλαν]θρωπίας καὶ ἐλπίδων ἀγαθῶν πλῆρες· δι’ ἃ δὴ

70

[πάντ]α ἔδοξε τῷ κοινῷ Βοιωτῶν, <ἐπαινέσαι> Ἐπαμινώνδαν ἐφ’ ᾗ

[εἶχε]ν εἰς τὸ ἔθνος μεγαλοψυχίᾳ τε καὶ εὐνοίᾳ, ἀνα-

[θεῖνα]ι δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν ἐν ὅπλῳ ἐπιχρύσῳ

[ἐν τῷ ν]αῷ τῆς Εἰτωνίας Ἀθηνᾶς, τὴν ἐπιγραφὴν ποιησα-

[μένου]ς τήνδε· "τὸ κοινὸν Βοιωτῶν Ἐπαμινώνδαν

75

[Ἐπα]μινώνδου, πρεσβεύσαντα πρῶτον ὑπὲρ τοῦ Βοιω-

[τῶν ἔ]θνους κατὰ δωρεὰν πρὸς τὸν νέον Σεβαστὸν

[Καίσ]αρα Γερμανικόν, ἀρετῆς ἕνεκεν [καὶ εὐνοί]ας."

(VII) [Θηβαί]ων ἄρχοντες καὶ ἡ βουλὴ καὶ ὁ δῆμ[ος Ἀκρηφιέ]ων ἄρ-

[χουσ]ι, βουλῇ, δήμῳ χαίρειν·  τῶν [ἐψηφισαμέ]νων

80

[παρ’ ἡ]μεῖν τειμῶν καὶ πολειτείας Ἐπ[αμινώνδᾳ] Ἐπαμ-

[ινώ]νδου τῷ πολείτῃ ὑμῶν πεπόμ̣[φαμεν ὑμ]εῖν

[τὸ ἀν]τίγραφον καθὼς ἔδοξεν ἡμεῖ[ν σημηνάμενοι τῇ] δημο-

[σίᾳ σ]φραγῖδι· παρεκαλέσαμεν δὲ τὸν̣ [τὸ ἀντίγραφον] διακο-

[μίζοντα] π̣ρὸς ὑμᾶς Δωρόθεον Νεικοκλ[έους ἁρμόζοντα]ς ἀπὸ

85

[τῆς ἡ]μετέρας πόλεος λόγους ποιήσ[ασθαι πρὸς] τὴν ὑ-

[μετέ]ραν καθ’ ἃς ἔλαβεν παρὰ τῆς [βουλῆς καὶ τοῦ δ]ήμου

[ἐντο]λάς.    ἔρρωσθε. (VIII) ἐπε̣[ιδὴ Ἐπαμινώνδα]ς Ἐπαμιν-

[ών]δου ἀνὴρ καλὸς καὶ ἀγαθ[ὸς ὑπὲρ τοῦ] ἔθνους ὑπ-

[άρχει] συνπολειτευόμε[νος — — — — — — —]τοτε καὶ

90

[— — — — — — — — — — — — — — — — — —]ς ἐποίη-

[σεν ἀρίστῃ χρησάμενος βίο]υ ἀγωγῇ, καὶ

[ἰδίᾳ τε πρὸς ἕκαστον ἡμῶν] καὶ κοινῇ πρὸ[ς]

[πάντας διά τε τοῦ χρόνου τ]ο̣ῦ παρεληλυθότος

[προσεφέρετο καλῶς καὶ ἀξίως τ]ῆς ἑαυτοῦ ἀγωγῆς, καὶ

95

[ζητουμένης παρ’ ἡ]μ̣ῶν  πρώτης καὶ ἀνανκαι-

[οτάτης πρὸς] τ̣ὸν νέον Σεβαστὸν πρεσβείας

[ὑπὲρ τοῦ ἔθ]ν̣ους ε̣ἰς τὸ κοινὸν τῶν Βοιωτῶν, πολλῶν ὀ-

[κνησ]άντων ὑπομεῖναι τὸ βάρος καὶ τὴν ὄχλησιν

[τῆς] ἀποδημίας, κινδυνεύοντός τε τοῦ ἔθνους ἀπ-

100

[οσπασ]θῆναι τῆς κοινῆς τῶν Ἀχαιῶν ἐλπίδος καὶ φι-

[λαν]θρωπίας, αὐτεπάνγελτος ἐν τῷ κοινῷ τῶν Παν-

[ελλή]νων τῷ ἀχθέντι ἐν Ἄργει ὑπομείνας ἣν ἄλλοι

[πολλοὶ] καλούμενοι ἠρνήσαντο πρεσβείαν οὐδὲ εἰς πα-

[ρασκε]υὴν χρόνον αἰτησάμενος ἀνελλιπῶς ἐξῆ-

105

[λθε κ]αὶ ταῦτα καὶ τὰς δαπάνας μετὰ τῆς ὀχλήσεως

[ἐκ τῶ]ν ἰδίων ὑποσχόμενος,   πληρώσας δὲ τὴν ὑπὲρ

[τοῦ ἔ]θνους πρεσβείαν, τὸ ἀπόκριμα καὶ πρὸς ἡμᾶς

[τοῦ ν]έου Σεβαστοῦ διεκόμισεν πάσης ἐλπίδος

[φι]λανθρωπίνης πλῆρες, ἀνεπιβαρήτους κα-

110

[ὶ τὰς] πόλεις καὶ τὸ κοινὸν καὶ ἐν τῇ ἐξόδῳ καὶ ἐν

[τῇ] πρεσβείᾳ φυλάξας· δι’ ἃ δὴ δεδογμένον εἶναι

[τοῖς] τε ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ Θηβαίων,

[δεδό]σθαι πολειτείαν κατὰ δωρεὰν Ἐπαμεινώνδᾳ

[Ἐπαμ]εινώνδου, καὶ εἶναι αὐτῷ μετοχὴν πάντων

115

[τῶν τ]ῆς πόλεως φιλανθρώπων καθὰ καὶ τοῖς ἐ-

[γχωρί]οις· ἀναθεῖναι δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν

[ἐν ὅπλ]ῳ ἐπιχρύσῳ ἐν τῇ ἀγορᾷ ἐπιγραφὴν ποιήσαντ-

[ας· "ὁ] δῆμος Θηβαίων Ἐπαμεινώνδαν Ἐπαμειν-

[ώνδο]υ, πρεσβεύσαντα κατὰ δωρεὰν ἐν τῷ κοιν-

120

[ῷ τῶν][χ]αιῶν ὑπὲρ τοῦ [Β]οιωτῶν ἔθνους πρὸς

[τὸν Σε]βαστὸν Καίσαρα Γερμανικόν, ἀρετῆς

[ἕνεκ]α̣." ἑλέσθαι δὲ καὶ τὸν διακομίσαντα τὸ ἀντί-

[γραφο]ν τοῦ ψηφίσματος πρὸς τὴν Ἀκρηφιέων πόλιν.

[ᾑρέθη] Δωρόθεος Νικοκλεῦς.

125

(IX) [κατὰ ταὐ]τὰ δὲ καὶ αἱ λοιπαὶ πόλεις

[αἱ ἐν Βοι]ωτίᾳ ψηφίσμ<α>σιν καὶ πολειτείᾳ ἐτείμησαν

[εὐχαριστ]οῦσαι· οὐκ ἐγράφησαν δὲ διὰ τὸ <τὸν> τόπον μὴ

[ἐξαρκεῖν].

# PH146219