IG XIV 1296 IG XIV 1299 
[— — — — — — — —]Κ̣[—]#⁷[—]
[ἀφ’ οὗ Σύλλας] ἐπὶ Μιθ[ρα]-
[δατικὸν πόλ]εμον ἐξῆλ[θε]
[καὶ Σ]ωτὴρ ὁ Φύσκων πα[ρ]-
5[ῆν] τὸ δεύτερον καὶ κα[τελ]-
θὼν εἰς Αἴγυπτον ἐβασίλε-
υσεν· ἀφ’ οὗ ἔτη ργʹ.
ἀφ’ οὗ Μάριος Ὠστίαν καταλα-
βόμενος καὶ ἀναγκάσας συν[θέσ]-
10θαι, οὐκ ἐμμείνας τῆι πίστει
Ὀκτάουιον ἀπέκτεινεν, Σύλλας
δ’ ἐπὶ τῆ{ι}ς {²⁶τῆς}²⁶ Ἀττικῆς Ἀθήνας
ἐξεπολιόρκησεν, ἔτη ρβʹ.
ἀφ’ οὗ Φιμβρίας Μιθραδάτου στ-
15ρατόπεδον περὶ Κύζικον
ἐνίκησεν καὶ Ἴλιον ἐξεπο-
λιόρκησεν καὶ ὑπὸ Σύλλα
συνσχεθεὶς ἑαυτὸν ἀνεῖ-
λεν καὶ Μιθραδάτης πρὸς
20Σύλλαν συνθήκας ἐποιή-
σατο καὶ Φιλοπάτωρ τὸ
δεύτερον εἰς Βιθυνίαν
κατελθὼν ἐβασίλευσεν καὶ
Ἀριοβαρζάνης εἰς Καππα-
25δοκίαν κατήχθη· ἀφ’ οὗ ἔτη ρʹ.
ἀφ’ οὗ Σύλλας Νωρβανὸν νικᾷ
περὶ Καπύην καὶ Μάριον τὸν
ὕπατον ἐν Πραινέστωι συν-
κλείσας διαδιδράσκοντα
30ἀπέκτεινεν· ἀφ’ οὗ ἔτη ϟηʹ.
[ἀφ’] οὗ Σύλλας δικτάτωρ ἐγένετο,
[ἔ]τη μέχρι τοῦδε <ϟ>ζʹ.
[ἀφ’ οὗ Σωτὴρ] ὁ Φύσκων ἐπι-
[κληθεὶς ἀπέθα]ν̣εν, ἔτη ϟϛʹ.
35[— — — — — — — —]ΙΦΙΛΑ
[— — — — — — — — —]Π̣[— —]
col. II.8ἀφ’ [οὗ — — — — — — — — —]
το[— — — — — — — ἔτη — —]
10ἀφ’ οὗ Σ[όλων archon fuit Athenis et]
νόμο<υ>[ς scripsit et]
Ἀνάχαρσις ὁ Σκ̣[ύθης in Graeciam s. Athenas]
παρεγένετο· ἀφ’ [οὗ ἔτη — —].
ἀφ’ οὗ Κροῖσος Λυδῶν ἐβα[σίλευσεν, ἔτη — —].
15ἀφ’ οὗ οἱ σοφοὶ ὠνομάσθησαν, [ἔτη — —].
ἀφ’ οὗ Πεισίστρατος ἐτυράννευσ̣[εν ἐν Ἀθή]-
ναις καὶ Αἴσωπος ὑπὸ Δελφῶν [κατεκρη]-
μνίσθη, ἔτη φοθʹ.
ἀφ’ οὗ Κροῖσος Κύρῳ ὑποχείριος [ἐγένετο, ἔτη — —].
20ἀφ’ οὗ Καμβύσης Αἴγυπτον κατε̣[στρέψατο]
καὶ Πυθαγόρας ἑάλω, ἔτη φμʹ.
ἀφ’ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων [Ἵπ]-
παρχον τ̣ὸν τύραννον ἀνεῖλον [καὶ]
Δαρεῖος ἐπὶ Σκύθας διέβη ζεύ[ξ]α[ς τὸν]
25Κιμμέριον [Β]ώσπορον, ἔτη φκηʹ.
ἀφ’ οὗ Ξέρξης κατ’ Ἄβυδον ζεύξας [τὸν]
Ἑλλήσποντον διέβη καὶ Θεμ[ισ]-
τοκλῆς ναυμαχίᾳ τοὺς βαρ[βά]-
ρους ἐνίκα· ἀφ’ οὗ ἔτη υϟʹ.
30ἀφ’ οὗ Σωκράτης ὁ φιλόσοφος <κ>[αὶ Ἡρά]-
κλειτος ὁ Ἐφέσιος καὶ Ἀναξα[γόρας]
καὶ Παρμενίδης καὶ Ζήνων, ἔτη [— —].
ἀφ’ οὗ ὁ Πελοποννησιακὸς πόλ[εμος]
ἐνέστη καὶ Θουκυδίδης ἦν, ἔτη [— —].
35ἀφ’ οὗ Γαλάται Ῥωμαίους νική[σαντες]
ἔσχον Ῥώμην, ἔτη υαʹ.
[— — — — — — —]ΑΝΕΙΣ[— — — — — —]