IG XIV 637 IG XIV 639 
εὑρήσσεις δ’ Ἀίδαο δόμων ἐπ’ ἀριστερὰ κρήν-
ην, | πὰρ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· |
ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας. |
εὑρήσεις δ’ ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης |
5ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπίπροσθεν ἔασιν. |
εἰπεῖν· "γῆς παῖς εἰμι καὶ οὐρανοῦ ἀστερόεντος, | αὐτὰρ ἐμ-
οὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· | δίψηι δ’ εἰμὶ αὔ-
η καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα | ψυχρὸν ὕδωρ προρέ-
ον τῆς Μνημοσύνης ἀπὸ λίμνης." | καὐτ̣[οί σ]<ο>ι δώσουσι
10πιεῖν θείης ἀπ[ὸ κρή]ν̣ης, | καὶ τότ’ ἔπειτ’ ἄ[λλοισι μεθ’] ἡρώε-
σσιν ἀνάξει[ς. | — — — — —]ίης τόδε #⁷[— — — — — — — — —]
θανεῖ<σ>θ[αι — — — — — — —] τόδ’ ἔγραψ̣[ε — — — — — — —]
12a{²versus a dextra in margine sursum legendus:}²
13[— — —]ΤΟΓΛΩΣ․ΠΑ[—] σκότος ἀμφικαλύψας.